< Κατα Μαρκον 10 >

1 κακειθεν αναστασ ερχεται εισ τα ορια τησ ιουδαιασ δια του περαν του ιορδανου και συμπορευονται παλιν οχλοι προσ αυτον και ωσ ειωθει παλιν εδιδασκεν αυτουσ
Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.
2 και προσελθοντεσ φαρισαιοι επηρωτησαν αυτον ει εξεστιν ανδρι γυναικα απολυσαι πειραζοντεσ αυτον
καὶ προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
3 ο δε αποκριθεισ ειπεν αυτοισ τι υμιν ενετειλατο μωσησ
ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωϋσῆς;
4 οι δε ειπον μωσησ επετρεψεν βιβλιον αποστασιου γραψαι και απολυσαι
οἱ δὲ εἶπαν· ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.
5 και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ προσ την σκληροκαρδιαν υμων εγραψεν υμιν την εντολην ταυτην
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην.
6 απο δε αρχησ κτισεωσ αρσεν και θηλυ εποιησεν αυτουσ ο θεοσ
ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς·
7 ενεκεν τουτου καταλειψει ανθρωποσ τον πατερα αυτου και την μητερα και προσκολληθησεται προσ την γυναικα αυτου
ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ,
8 και εσονται οι δυο εισ σαρκα μιαν ωστε ουκετι εισιν δυο αλλα μια σαρξ
καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ.
9 ο ουν ο θεοσ συνεζευξεν ανθρωποσ μη χωριζετω
ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.
10 και εν τη οικια παλιν οι μαθηται αυτου περι του αυτου επηρωτησαν αυτον
καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν.
11 και λεγει αυτοισ οσ εαν απολυση την γυναικα αυτου και γαμηση αλλην μοιχαται επ αυτην
καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ’ αὐτήν·
12 και εαν γυνη απολυση τον ανδρα αυτησ και γαμηθη αλλω μοιχαται
καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον, μοιχᾶται.
13 και προσεφερον αυτω παιδια ινα αψηται αυτων οι δε μαθηται επετιμων τοισ προσφερουσιν
Καὶ προσέφερον αὐτῷ παιδία ἵνα ἅψηται αὐτῶν· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν
14 ιδων δε ο ιησουσ ηγανακτησεν και ειπεν αυτοισ αφετε τα παιδια ερχεσθαι προσ με μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου
ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
15 αμην λεγω υμιν οσ εαν μη δεξηται την βασιλειαν του θεου ωσ παιδιον ου μη εισελθη εισ αυτην
ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
16 και εναγκαλισαμενοσ αυτα τιθεισ τασ χειρασ επ αυτα ευλογει αυτα
καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά.
17 και εκπορευομενου αυτου εισ οδον προσδραμων εισ και γονυπετησασ αυτον επηρωτα αυτον διδασκαλε αγαθε τι ποιησω ινα ζωην αιωνιον κληρονομησω (aiōnios g166)
Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν, προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; (aiōnios g166)
18 ο δε ιησουσ ειπεν αυτω τι με λεγεισ αγαθον ουδεισ αγαθοσ ει μη εισ ο θεοσ
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
19 τασ εντολασ οιδασ μη μοιχευσησ μη φονευσησ μη κλεψησ μη ψευδομαρτυρησησ μη αποστερησησ τιμα τον πατερα σου και την μητερα
τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.
20 ο δε αποκριθεισ ειπεν αυτω διδασκαλε ταυτα παντα εφυλαξαμην εκ νεοτητοσ μου
ὁ δὲ ἔφη αὐτῷ· διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
21 ο δε ιησουσ εμβλεψασ αυτω ηγαπησεν αυτον και ειπεν αυτω εν σοι υστερει υπαγε οσα εχεισ πωλησον και δοσ πτωχοισ και εξεισ θησαυρον εν ουρανω και δευρο ακολουθει μοι αρασ τον σταυρον
ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σε ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς τοῖς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
22 ο δε στυγνασασ επι τω λογω απηλθεν λυπουμενοσ ην γαρ εχων κτηματα πολλα
ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
23 και περιβλεψαμενοσ ο ιησουσ λεγει τοισ μαθηταισ αυτου πωσ δυσκολωσ οι τα χρηματα εχοντεσ εισ την βασιλειαν του θεου εισελευσονται
καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται.
24 οι δε μαθηται εθαμβουντο επι τοισ λογοισ αυτου ο δε ιησουσ παλιν αποκριθεισ λεγει αυτοισ τεκνα πωσ δυσκολον εστιν τουσ πεποιθοτασ επι χρημασιν εισ την βασιλειαν του θεου εισελθειν
οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν·
25 ευκοπωτερον εστιν καμηλον δια τησ τρυμαλιασ τησ ραφιδοσ εισελθειν η πλουσιον εισ την βασιλειαν του θεου εισελθειν
εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
26 οι δε περισσωσ εξεπλησσοντο λεγοντεσ προσ εαυτουσ και τισ δυναται σωθηναι
οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς, καὶ τίς δύναται σωθῆναι;
27 εμβλεψασ δε αυτοισ ο ιησουσ λεγει παρα ανθρωποισ αδυνατον αλλ ου παρα θεω παντα γαρ δυνατα εστιν παρα τω θεω
ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ’ οὐ παρὰ θεῷ· πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ.
28 ηρξατο ο πετροσ λεγειν αυτω ιδου ημεισ αφηκαμεν παντα και ηκολουθησαμεν σοι
Ἤρξατο λέγειν ὁ Πέτρος αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι.
29 αποκριθεισ ο ιησουσ ειπεν αμην λεγω υμιν ουδεισ εστιν οσ αφηκεν οικιαν η αδελφουσ η αδελφασ η πατερα η μητερα η γυναικα η τεκνα η αγρουσ ενεκεν εμου και ενεκεν του ευαγγελιου
ἔφη ὁ Ἰησοῦς, ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ μητέρα ἢ πατέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου,
30 εαν μη λαβη εκατονταπλασιονα νυν εν τω καιρω τουτω οικιασ και αδελφουσ και αδελφασ και μητερασ και τεκνα και αγρουσ μετα διωγμων και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον (aiōn g165, aiōnios g166)
ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. (aiōn g165, aiōnios g166)
31 πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι
πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι.
32 ησαν δε εν τη οδω αναβαινοντεσ εισ ιεροσολυμα και ην προαγων αυτουσ ο ιησουσ και εθαμβουντο και ακολουθουντεσ εφοβουντο και παραλαβων παλιν τουσ δωδεκα ηρξατο αυτοισ λεγειν τα μελλοντα αυτω συμβαινειν
Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν,
33 οτι ιδου αναβαινομεν εισ ιεροσολυμα και ο υιοσ του ανθρωπου παραδοθησεται τοισ αρχιερευσιν και γραμματευσιν και κατακρινουσιν αυτον θανατω και παραδωσουσιν αυτον τοισ εθνεσιν
ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν
34 και εμπαιξουσιν αυτω και μαστιγωσουσιν αυτον και εμπτυσουσιν αυτω και αποκτενουσιν αυτον και τη τριτη ημερα αναστησεται
καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἀποκτενοῦσιν, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
35 και προσπορευονται αυτω ιακωβοσ και ιωαννησ οι υιοι ζεβεδαιου λεγοντεσ διδασκαλε θελομεν ινα ο εαν αιτησωμεν ποιησησ ημιν
Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες αὐτῷ, διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν.
36 ο δε ειπεν αυτοισ τι θελετε ποιησαι με υμιν
ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετέ με ποιήσω ὑμῖν;
37 οι δε ειπον αυτω δοσ ημιν ινα εισ εκ δεξιων σου και εισ εξ ευωνυμων σου καθισωμεν εν τη δοξη σου
οἱ δὲ εἶπαν αὐτῷ, δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς σου ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου.
38 ο δε ιησουσ ειπεν αυτοισ ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω πινω και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;
39 οι δε ειπον αυτω δυναμεθα ο δε ιησουσ ειπεν αυτοισ το μεν ποτηριον ο εγω πινω πιεσθε και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε
οἱ δὲ εἶπαν αὐτῷ· δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· τὸ ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε·
40 το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων ουκ εστιν εμον δουναι αλλ οισ ητοιμασται
τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται.
41 και ακουσαντεσ οι δεκα ηρξαντο αγανακτειν περι ιακωβου και ιωαννου
Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου.
42 ο δε ιησουσ προσκαλεσαμενοσ αυτουσ λεγει αυτοισ οιδατε οτι οι δοκουντεσ αρχειν των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι αυτων κατεξουσιαζουσιν αυτων
καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.
43 ουχ ουτωσ δε εσται εν υμιν αλλ οσ εαν θελη γενεσθαι μεγασ εν υμιν εσται υμων διακονοσ
οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν· ἀλλ’ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,
44 και οσ εαν θελη υμων γενεσθαι πρωτοσ εσται παντων δουλοσ
καὶ ὃς ἂν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος·
45 και γαρ ο υιοσ του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων
καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
46 και ερχονται εισ ιεριχω και εκπορευομενου αυτου απο ιεριχω και των μαθητων αυτου και οχλου ικανου υιοσ τιμαιου βαρτιμαιοσ ο τυφλοσ εκαθητο παρα την οδον προσαιτων
Καὶ ἔρχονται εἰς Ἰερειχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰερειχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος, τυφλὸς προσαίτης, ἐκάθητο παρὰ τὴν ὁδόν.
47 και ακουσασ οτι ιησουσ ο ναζωραιοσ εστιν ηρξατο κραζειν και λεγειν ο υιοσ δαυιδ ιησου ελεησον με
καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυεὶδ Ἰησοῦ, ἐλέησόν με.
48 και επετιμων αυτω πολλοι ινα σιωπηση ο δε πολλω μαλλον εκραζεν υιε δαυιδ ελεησον με
καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, υἱὲ Δαυείδ, ἐλέησόν με.
49 και στασ ο ιησουσ ειπεν αυτον φωνηθηναι και φωνουσιν τον τυφλον λεγοντεσ αυτω θαρσει εγειραι φωνει σε
καὶ στὰς ὁ Ἰησοῦς εἶπεν· φωνήσατε αὐτόν. καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειρε, φωνεῖ σε.
50 ο δε αποβαλων το ιματιον αυτου αναστασ ηλθεν προσ τον ιησουν
ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν.
51 και αποκριθεισ λεγει αυτω ο ιησουσ τι θελεισ ποιησω σοι ο δε τυφλοσ ειπεν αυτω ραββουνι ινα αναβλεψω
καὶ ἀποκριθεὶς αὐτῷ ὁ Ἰησοῦς εἶπεν· τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ῥαββουνί, ἵνα ἀναβλέψω.
52 ο δε ιησουσ ειπεν αυτω υπαγε η πιστισ σου σεσωκεν σε και ευθεωσ ανεβλεψεν και ηκολουθει τω ιησου εν τη οδω
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.

< Κατα Μαρκον 10 >