< Προς Εβραιους 8 >

1 κεφαλαιον δε επι τοισ λεγομενοισ τοιουτον εχομεν αρχιερεα οσ εκαθισεν εν δεξια του θρονου τησ μεγαλωσυνησ εν τοισ ουρανοισ
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς,
2 των αγιων λειτουργοσ και τησ σκηνησ τησ αληθινησ ην επηξεν ο κυριοσ και ουκ ανθρωποσ
τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος.
3 πασ γαρ αρχιερευσ εισ το προσφερειν δωρα τε και θυσιασ καθισταται οθεν αναγκαιον εχειν τι και τουτον ο προσενεγκη
πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ.
4 ει μεν γαρ ην επι γησ ουδ αν ην ιερευσ οντων των ιερεων των προσφεροντων κατα τον νομον τα δωρα
εἰ μὲν οὖν ἦν ἐπὶ γῆς, οὐδ’ ἂν ἦν ἱερεύς, ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα·
5 οιτινεσ υποδειγματι και σκια λατρευουσιν των επουρανιων καθωσ κεχρηματισται μωυσησ μελλων επιτελειν την σκηνην ορα γαρ φησιν ποιησεισ παντα κατα τον τυπον τον δειχθεντα σοι εν τω ορει
οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν· ὅρα γάρ φησίν ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·
6 νυνι δε διαφορωτερασ τετυχεν λειτουργιασ οσω και κρειττονοσ εστιν διαθηκησ μεσιτησ ητισ επι κρειττοσιν επαγγελιαισ νενομοθετηται
νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.
7 ει γαρ η πρωτη εκεινη ην αμεμπτοσ ουκ αν δευτερασ εζητειτο τοποσ
Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος·
8 μεμφομενοσ γαρ αυτοισ λεγει ιδου ημεραι ερχονται λεγει κυριοσ και συντελεσω επι τον οικον ισραηλ και επι τον οικον ιουδα διαθηκην καινην
μεμφόμενος γὰρ αὐτοὺς λέγει, ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν,
9 ου κατα την διαθηκην ην εποιησα τοισ πατρασιν αυτων εν ημερα επιλαβομενου μου τησ χειροσ αυτων εξαγαγειν αυτουσ εκ γησ αιγυπτου οτι αυτοι ουκ ενεμειναν εν τη διαθηκη μου καγω ημελησα αυτων λεγει κυριοσ
οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος.
10 οτι αυτη η διαθηκη ην διαθησομαι τω οικω ισραηλ μετα τασ ημερασ εκεινασ λεγει κυριοσ διδουσ νομουσ μου εισ την διανοιαν αυτων και επι καρδιασ αυτων επιγραψω αυτουσ και εσομαι αυτοισ εισ θεον και αυτοι εσονται μοι εισ λαον
ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
11 και ου μη διδαξωσιν εκαστοσ τον πολιτην αυτου και εκαστοσ τον αδελφον αυτου λεγων γνωθι τον κυριον οτι παντεσ ειδησουσιν με απο μικρου αυτων εωσ μεγαλου αυτων
καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.
12 οτι ιλεωσ εσομαι ταισ αδικιαισ αυτων και των αμαρτιων αυτων και των ανομιων αυτων ου μη μνησθω ετι
ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
13 εν τω λεγειν καινην πεπαλαιωκεν την πρωτην το δε παλαιουμενον και γηρασκον εγγυσ αφανισμου
ἐν τῷ λέγειν καινὴν πεπαλαίωκεν τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.

< Προς Εβραιους 8 >