< Προς Εβραιους 7 >

1 ουτοσ γαρ ο μελχισεδεκ βασιλευσ σαλημ ιερευσ του θεου του υψιστου ο συναντησασ αβρααμ υποστρεφοντι απο τησ κοπησ των βασιλεων και ευλογησασ αυτον
Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,
2 ω και δεκατην απο παντων εμερισεν αβρααμ πρωτον μεν ερμηνευομενοσ βασιλευσ δικαιοσυνησ επειτα δε και βασιλευσ σαλημ ο εστιν βασιλευσ ειρηνησ
ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης,
3 απατωρ αμητωρ αγενεαλογητοσ μητε αρχην ημερων μητε ζωησ τελοσ εχων αφωμοιωμενοσ δε τω υιω του θεου μενει ιερευσ εισ το διηνεκεσ
ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
4 θεωρειτε δε πηλικοσ ουτοσ ω και δεκατην αβρααμ εδωκεν εκ των ακροθινιων ο πατριαρχησ
Θεωρεῖτε δὲ πηλίκος οὗτος ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.
5 και οι μεν εκ των υιων λευι την ιερατειαν λαμβανοντεσ εντολην εχουσιν αποδεκατουν τον λαον κατα τον νομον τουτ εστιν τουσ αδελφουσ αυτων καιπερ εξεληλυθοτασ εκ τησ οσφυοσ αβρααμ
καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευεὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ’ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
6 ο δε μη γενεαλογουμενοσ εξ αυτων δεδεκατωκεν τον αβρααμ και τον εχοντα τασ επαγγελιασ ευλογηκεν
ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.
7 χωρισ δε πασησ αντιλογιασ το ελαττον υπο του κρειττονοσ ευλογειται
χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
8 και ωδε μεν δεκατασ αποθνησκοντεσ ανθρωποι λαμβανουσιν εκει δε μαρτυρουμενοσ οτι ζη
καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
9 και ωσ εποσ ειπειν δια αβρααμ και λευι ο δεκατασ λαμβανων δεδεκατωται
καὶ ὡς ἔπος εἰπεῖν, διὰ Ἀβραὰμ καὶ Λευεὶς ὁ δεκάτας λαμβάνων δεδεκάτωται·
10 ετι γαρ εν τη οσφυι του πατροσ ην οτε συνηντησεν αυτω ο μελχισεδεκ
ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ.
11 ει μεν ουν τελειωσισ δια τησ λευιτικησ ιερωσυνησ ην ο λαοσ γαρ επ αυτη νενομοθετητο τισ ετι χρεια κατα την ταξιν μελχισεδεκ ετερον ανιστασθαι ιερεα και ου κατα την ταξιν ααρων λεγεσθαι
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευειτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ’ αὐτῆς νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
12 μετατιθεμενησ γαρ τησ ιερωσυνησ εξ αναγκησ και νομου μεταθεσισ γινεται
μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
13 εφ ον γαρ λεγεται ταυτα φυλησ ετερασ μετεσχηκεν αφ ησ ουδεισ προσεσχηκεν τω θυσιαστηριω
ἐφ’ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ’ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ·
14 προδηλον γαρ οτι εξ ιουδα ανατεταλκεν ο κυριοσ ημων εισ ην φυλην ουδεν περι ιερωσυνησ μωυσησ ελαλησεν
πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.
15 και περισσοτερον ετι καταδηλον εστιν ει κατα την ομοιοτητα μελχισεδεκ ανισταται ιερευσ ετεροσ
καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος,
16 οσ ου κατα νομον εντολησ σαρκικησ γεγονεν αλλα κατα δυναμιν ζωησ ακαταλυτου
ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου,
17 μαρτυρει γαρ οτι συ ιερευσ εισ τον αιωνα κατα την ταξιν μελχισεδεκ (aiōn g165)
μαρτυρεῖται γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ. (aiōn g165)
18 αθετησισ μεν γαρ γινεται προαγουσησ εντολησ δια το αυτησ ασθενεσ και ανωφελεσ
Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές,
19 ουδεν γαρ ετελειωσεν ο νομοσ επεισαγωγη δε κρειττονοσ ελπιδοσ δι ησ εγγιζομεν τω θεω
οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ θεῷ.
20 και καθ οσον ου χωρισ ορκωμοσιασ οι μεν γαρ χωρισ ορκωμοσιασ εισιν ιερεισ γεγονοτεσ
καὶ καθ’ ὅσον οὐ χωρὶς ὁρκωμοσίας, οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες,
21 ο δε μετα ορκωμοσιασ δια του λεγοντοσ προσ αυτον ωμοσεν κυριοσ και ου μεταμεληθησεται συ ιερευσ εισ τον αιωνα κατα την ταξιν μελχισεδεκ (aiōn g165)
ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν, ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα· (aiōn g165)
22 κατα τοσουτον κρειττονοσ διαθηκησ γεγονεν εγγυοσ ιησουσ
κατὰ τοσοῦτο καὶ κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
23 και οι μεν πλειονεσ εισιν γεγονοτεσ ιερεισ δια το θανατω κωλυεσθαι παραμενειν
καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
24 ο δε δια το μενειν αυτον εισ τον αιωνα απαραβατον εχει την ιερωσυνην (aiōn g165)
ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· (aiōn g165)
25 οθεν και σωζειν εισ το παντελεσ δυναται τουσ προσερχομενουσ δι αυτου τω θεω παντοτε ζων εισ το εντυγχανειν υπερ αυτων
ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
26 τοιουτοσ γαρ ημιν επρεπεν αρχιερευσ οσιοσ ακακοσ αμιαντοσ κεχωρισμενοσ απο των αμαρτωλων και υψηλοτεροσ των ουρανων γενομενοσ
Τοιοῦτος γὰρ ὑμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος,
27 οσ ουκ εχει καθ ημεραν αναγκην ωσπερ οι αρχιερεισ προτερον υπερ των ιδιων αμαρτιων θυσιασ αναφερειν επειτα των του λαου τουτο γαρ εποιησεν εφαπαξ εαυτον ανενεγκασ
ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν προσενέγκας.
28 ο νομοσ γαρ ανθρωπουσ καθιστησιν αρχιερεισ εχοντασ ασθενειαν ο λογοσ δε τησ ορκωμοσιασ τησ μετα τον νομον υιον εισ τον αιωνα τετελειωμενον (aiōn g165)
ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. (aiōn g165)

< Προς Εβραιους 7 >