< Προς Γαλατας 1 >

1 παυλοσ αποστολοσ ουκ απ ανθρωπων ουδε δι ανθρωπου αλλα δια ιησου χριστου και θεου πατροσ του εγειραντοσ αυτον εκ νεκρων
Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,
2 και οι συν εμοι παντεσ αδελφοι ταισ εκκλησιαισ τησ γαλατιασ
καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας·
3 χαρισ υμιν και ειρηνη απο θεου πατροσ και κυριου ημων ιησου χριστου
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
4 του δοντοσ εαυτον περι των αμαρτιων ημων οπωσ εξεληται ημασ εκ του ενεστωτοσ αιωνοσ πονηρου κατα το θελημα του θεου και πατροσ ημων (aiōn g165)
τοῦ δόντος ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, (aiōn g165)
5 ω η δοξα εισ τουσ αιωνασ των αιωνων αμην (aiōn g165)
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (aiōn g165)
6 θαυμαζω οτι ουτωσ ταχεωσ μετατιθεσθε απο του καλεσαντοσ υμασ εν χαριτι χριστου εισ ετερον ευαγγελιον
Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον,
7 ο ουκ εστιν αλλο ει μη τινεσ εισιν οι ταρασσοντεσ υμασ και θελοντεσ μεταστρεψαι το ευαγγελιον του χριστου
ὃ οὐκ ἔστιν ἄλλο· εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
8 αλλα και εαν ημεισ η αγγελοσ εξ ουρανου ευαγγελιζηται υμιν παρ ο ευηγγελισαμεθα υμιν αναθεμα εστω
ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
9 ωσ προειρηκαμεν και αρτι παλιν λεγω ει τισ υμασ ευαγγελιζεται παρ ο παρελαβετε αναθεμα εστω
ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
10 αρτι γαρ ανθρωπουσ πειθω η τον θεον η ζητω ανθρωποισ αρεσκειν ει γαρ ετι ανθρωποισ ηρεσκον χριστου δουλοσ ουκ αν ημην
ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
11 γνωριζω δε υμιν αδελφοι το ευαγγελιον το ευαγγελισθεν υπ εμου οτι ουκ εστιν κατα ανθρωπον
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον·
12 ουδε γαρ εγω παρα ανθρωπου παρελαβον αυτο ουτε εδιδαχθην αλλα δι αποκαλυψεωσ ιησου χριστου
οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
13 ηκουσατε γαρ την εμην αναστροφην ποτε εν τω ιουδαισμω οτι καθ υπερβολην εδιωκον την εκκλησιαν του θεου και επορθουν αυτην
ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν,
14 και προεκοπτον εν τω ιουδαισμω υπερ πολλουσ συνηλικιωτασ εν τω γενει μου περισσοτερωσ ζηλωτησ υπαρχων των πατρικων μου παραδοσεων
καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
15 οτε δε ευδοκησεν ο θεοσ ο αφορισασ με εκ κοιλιασ μητροσ μου και καλεσασ δια τησ χαριτοσ αυτου
ὅτε δὲ εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ
16 αποκαλυψαι τον υιον αυτου εν εμοι ινα ευαγγελιζωμαι αυτον εν τοισ εθνεσιν ευθεωσ ου προσανεθεμην σαρκι και αιματι
ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι,
17 ουδε ανηλθον εισ ιεροσολυμα προσ τουσ προ εμου αποστολουσ αλλα απηλθον εισ αραβιαν και παλιν υπεστρεψα εισ δαμασκον
οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
18 επειτα μετα ετη τρια ανηλθον εισ ιεροσολυμα ιστορησαι πετρον και επεμεινα προσ αυτον ημερασ δεκαπεντε
ἔπειτα μετὰ τρία ἔτη ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε·
19 ετερον δε των αποστολων ουκ ειδον ει μη ιακωβον τον αδελφον του κυριου
ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.
20 α δε γραφω υμιν ιδου ενωπιον του θεου οτι ου ψευδομαι
ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι.
21 επειτα ηλθον εισ τα κλιματα τησ συριασ και τησ κιλικιασ
ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας.
22 ημην δε αγνοουμενοσ τω προσωπω ταισ εκκλησιαισ τησ ιουδαιασ ταισ εν χριστω
ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ,
23 μονον δε ακουοντεσ ησαν οτι ο διωκων ημασ ποτε νυν ευαγγελιζεται την πιστιν ην ποτε επορθει
μόνον δὲ ἀκούοντες ἦσαν ὅτι ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει,
24 και εδοξαζον εν εμοι τον θεον
καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν.

< Προς Γαλατας 1 >