< Πραξεις 9 >

1 ο δε σαυλοσ ετι εμπνεων απειλησ και φονου εισ τουσ μαθητασ του κυριου προσελθων τω αρχιερει
Ὁ δὲ Σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ
2 ητησατο παρ αυτου επιστολασ εισ δαμασκον προσ τασ συναγωγασ οπωσ εαν τινασ ευρη τησ οδου οντασ ανδρασ τε και γυναικασ δεδεμενουσ αγαγη εισ ιερουσαλημ
ᾐτήσατο παρ’ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἄν τινας εὕρῃ ὄντας τῆς ὁδοῦ, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ.
3 εν δε τω πορευεσθαι εγενετο αυτον εγγιζειν τη δαμασκω και εξαιφνησ περιηστραψεν αυτον φωσ απο του ουρανου
ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ,
4 και πεσων επι την γην ηκουσεν φωνην λεγουσαν αυτω σαουλ σαουλ τι με διωκεισ
καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, Σαοὺλ Σαούλ, τί με διώκεις;
5 ειπεν δε τισ ει κυριε ο δε κυριοσ ειπεν εγω ειμι ιησουσ ον συ διωκεισ
εἶπεν δέ· τίς εἶ, κύριε; ὁ δέ· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
6 αλλα αναστηθι και εισελθε εισ την πολιν και λαληθησεται σοι τι σε δει ποιειν
ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.
7 οι δε ανδρεσ οι συνοδευοντεσ αυτω ειστηκεισαν ενεοι ακουοντεσ μεν τησ φωνησ μηδενα δε θεωρουντεσ
οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες.
8 ηγερθη δε ο σαυλοσ απο τησ γησ ανεωγμενων τε των οφθαλμων αυτου ουδενα εβλεπεν χειραγωγουντεσ δε αυτον εισηγαγον εισ δαμασκον
ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἠνοιγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
9 και ην ημερασ τρεισ μη βλεπων και ουκ εφαγεν ουδε επιεν
καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10 ην δε τισ μαθητησ εν δαμασκω ονοματι ανανιασ και ειπεν προσ αυτον ο κυριοσ εν οραματι ανανια ο δε ειπεν ιδου εγω κυριε
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος· Ἀνανία. ὁ δὲ εἶπεν, ἰδοὺ ἐγώ, κύριε.
11 ο δε κυριοσ προσ αυτον αναστασ πορευθητι επι την ρυμην την καλουμενην ευθειαν και ζητησον εν οικια ιουδα σαυλον ονοματι ταρσεα ιδου γαρ προσευχεται
ὁ δὲ κύριος πρὸς αὐτόν, ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται,
12 και ειδεν εν οραματι ανδρα ονοματι ανανιαν εισελθοντα και επιθεντα αυτω χειρα οπωσ αναβλεψη
καὶ εἶδεν ἄνδρα Ἀνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας, ὅπως ἀναβλέψῃ.
13 απεκριθη δε ανανιασ κυριε ακηκοα απο πολλων περι του ανδροσ τουτου οσα κακα εποιησεν τοισ αγιοισ σου εν ιερουσαλημ
ἀπεκρίθη δὲ Ἀνανίας· κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἱερουσαλήμ·
14 και ωδε εχει εξουσιαν παρα των αρχιερεων δησαι παντασ τουσ επικαλουμενουσ το ονομα σου
καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
15 ειπεν δε προσ αυτον ο κυριοσ πορευου οτι σκευοσ εκλογησ μοι εστιν ουτοσ του βαστασαι το ονομα μου ενωπιον εθνων και βασιλεων υιων τε ισραηλ
εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος, πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ·
16 εγω γαρ υποδειξω αυτω οσα δει αυτον υπερ του ονοματοσ μου παθειν
ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
17 απηλθεν δε ανανιασ και εισηλθεν εισ την οικιαν και επιθεισ επ αυτον τασ χειρασ ειπεν σαουλ αδελφε ο κυριοσ απεσταλκεν με ο οφθεισ σοι εν τη οδω η ηρχου οπωσ αναβλεψησ και πλησθησ πνευματοσ αγιου
Ἀπῆλθεν δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ’ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
18 και ευθεωσ απεπεσον απο των οφθαλμων αυτου ωσει λεπιδεσ ανεβλεψεν τε και αναστασ εβαπτισθη
καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσθη,
19 και λαβων τροφην ενισχυσεν εγενετο δε ο σαυλοσ μετα των εν δαμασκω μαθητων ημερασ τινασ
καὶ λαβὼν τροφὴν ἐνίσχυσεν. Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς,
20 και ευθεωσ εν ταισ συναγωγαισ εκηρυσσεν τον χριστον οτι ουτοσ εστιν ο υιοσ του θεου
καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
21 εξισταντο δε παντεσ οι ακουοντεσ και ελεγον ουχ ουτοσ εστιν ο πορθησασ εν ιερουσαλημ τουσ επικαλουμενουσ το ονομα τουτο και ωδε εισ τουτο εληλυθεν ινα δεδεμενουσ αυτουσ αγαγη επι τουσ αρχιερεισ
ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, οὐχ οὗτός ἐστιν ὁ πορθήσας εἰς Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
22 σαυλοσ δε μαλλον ενεδυναμουτο και συνεχυνεν τουσ ιουδαιουσ τουσ κατοικουντασ εν δαμασκω συμβιβαζων οτι ουτοσ εστιν ο χριστοσ
Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.
23 ωσ δε επληρουντο ημεραι ικαναι συνεβουλευσαντο οι ιουδαιοι ανελειν αυτον
Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
24 εγνωσθη δε τω σαυλω η επιβουλη αυτων παρετηρουν τε τασ πυλασ ημερασ τε και νυκτοσ οπωσ αυτον ανελωσιν
ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
25 λαβοντεσ δε αυτον οι μαθηται νυκτοσ καθηκαν δια του τειχουσ χαλασαντεσ εν σπυριδι
λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι.
26 παραγενομενοσ δε ο σαυλοσ εν ιερουσαλημ επειρατο κολλασθαι τοισ μαθηταισ και παντεσ εφοβουντο αυτον μη πιστευοντεσ οτι εστιν μαθητησ
Παραγενόμενος δὲ εἰς Ἱερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
27 βαρναβασ δε επιλαβομενοσ αυτον ηγαγεν προσ τουσ αποστολουσ και διηγησατο αυτοισ πωσ εν τη οδω ειδεν τον κυριον και οτι ελαλησεν αυτω και πωσ εν δαμασκω επαρρησιασατο εν τω ονοματι του ιησου
Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι Ἰησοῦ.
28 και ην μετ αυτων εισπορευομενοσ εισ ιερουσαλημ και παρρησιαζομενοσ εν τω ονοματι του κυριου ιησου
καὶ ἦν μετ’ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἱερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου,
29 ελαλει τε και συνεζητει προσ τουσ ελληνιστασ οι δε επεχειρουν αυτον ανελειν
ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
30 επιγνοντεσ δε οι αδελφοι κατηγαγον αυτον εισ καισαρειαν και εξαπεστειλαν αυτον εισ ταρσον
ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάριαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
31 αι μεν ουν εκκλησιαι καθ ολησ τησ ιουδαιασ και γαλιλαιασ και σαμαρειασ ειχον ειρηνην οικοδομουμεναι και πορευομεναι τω φοβω του κυριου και τη παρακλησει του αγιου πνευματοσ επληθυνοντο
Ἡ μὲν οὖν ἐκκλησία καθ’ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρίας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο.
32 εγενετο δε πετρον διερχομενον δια παντων κατελθειν και προσ τουσ αγιουσ τουσ κατοικουντασ λυδδαν
ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
33 ευρεν δε εκει ανθρωπον τινα αινεαν ονοματι εξ ετων οκτω κατακειμενον επι κραββατω οσ ην παραλελυμενοσ
εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος.
34 και ειπεν αυτω ο πετροσ αινεα ιαται σε ιησουσ ο χριστοσ αναστηθι και στρωσον σεαυτω και ευθεωσ ανεστη
καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη.
35 και ειδον αυτον παντεσ οι κατοικουντεσ λυδδαν και τον ασσαρωνα οιτινεσ επεστρεψαν επι τον κυριον
καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
36 εν ιοππη δε τισ ην μαθητρια ονοματι ταβηθα η διερμηνευομενη λεγεται δορκασ αυτη ην πληρησ αγαθων εργων και ελεημοσυνων ων εποιει
Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
37 εγενετο δε εν ταισ ημεραισ εκειναισ ασθενησασαν αυτην αποθανειν λουσαντεσ δε αυτην εθηκαν εν υπερωω
ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ.
38 εγγυσ δε ουσησ λυδδησ τη ιοππη οι μαθηται ακουσαντεσ οτι πετροσ εστιν εν αυτη απεστειλαν προσ αυτον παρακαλουντεσ μη οκνησαι διελθειν εωσ αυτων
ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες, μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν.
39 αναστασ δε πετροσ συνηλθεν αυτοισ ον παραγενομενον ανηγαγον εισ το υπερωον και παρεστησαν αυτω πασαι αι χηραι κλαιουσαι και επιδεικνυμεναι χιτωνασ και ιματια οσα εποιει μετ αυτων ουσα η δορκασ
ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς.
40 εκβαλων δε εξω παντασ ο πετροσ θεισ τα γονατα προσηυξατο και επιστρεψασ προσ το σωμα ειπεν ταβηθα αναστηθι η δε ηνοιξεν τουσ οφθαλμουσ αυτησ και ιδουσα τον πετρον ανεκαθισεν
ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
41 δουσ δε αυτη χειρα ανεστησεν αυτην φωνησασ δε τουσ αγιουσ και τασ χηρασ παρεστησεν αυτην ζωσαν
δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
42 γνωστον δε εγενετο καθ ολησ τησ ιοππησ και πολλοι επιστευσαν επι τον κυριον
γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον.
43 εγενετο δε ημερασ ικανασ μειναι αυτον εν ιοππη παρα τινι σιμωνι βυρσει
ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.

< Πραξεις 9 >