< Ιωαννου Γ΄ 1 >

1 ο πρεσβυτεροσ γαιω τω αγαπητω ον εγω αγαπω εν αληθεια
Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
2 αγαπητε περι παντων ευχομαι σε ευοδουσθαι και υγιαινειν καθωσ ευοδουται σου η ψυχη
Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή.
3 εχαρην γαρ λιαν ερχομενων αδελφων και μαρτυρουντων σου τη αληθεια καθωσ συ εν αληθεια περιπατεισ
ἐχάρην λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς.
4 μειζοτεραν τουτων ουκ εχω χαραν ινα ακουω τα εμα τεκνα εν αληθεια περιπατουντα
μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν τῇ ἀληθείᾳ περιπατοῦντα.
5 αγαπητε πιστον ποιεισ ο εαν εργαση εισ τουσ αδελφουσ και εισ τουσ ξενουσ
Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους,
6 οι εμαρτυρησαν σου τη αγαπη ενωπιον εκκλησιασ ουσ καλωσ ποιησεισ προπεμψασ αξιωσ του θεου
οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ·
7 υπερ γαρ του ονοματοσ εξηλθον μηδεν λαμβανοντεσ απο των εθνων
ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθαν μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν.
8 ημεισ ουν οφειλομεν απολαμβανειν τουσ τοιουτουσ ινα συνεργοι γινωμεθα τη αληθεια
ἡμεῖς οὖν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
9 εγραψα τη εκκλησια αλλ ο φιλοπρωτευων αυτων διοτρεφησ ουκ επιδεχεται ημασ
ἔγραψά τι τῇ ἐκκλησίᾳ· ἀλλ’ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς.
10 δια τουτο εαν ελθω υπομνησω αυτου τα εργα α ποιει λογοισ πονηροισ φλυαρων ημασ και μη αρκουμενοσ επι τουτοισ ουτε αυτοσ επιδεχεται τουσ αδελφουσ και τουσ βουλομενουσ κωλυει και εκ τησ εκκλησιασ εκβαλλει
διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ τῆς ἐκκλησίας ἐκβάλλει.
11 αγαπητε μη μιμου το κακον αλλα το αγαθον ο αγαθοποιων εκ του θεου εστιν ο κακοποιων ουχ εωρακεν τον θεον
Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν.
12 δημητριω μεμαρτυρηται υπο παντων και υπ αυτησ τησ αληθειασ και ημεισ δε μαρτυρουμεν και οιδατε οτι η μαρτυρια ημων αληθησ εστιν
Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.
13 πολλα ειχον γραφειν αλλ ου θελω δια μελανοσ και καλαμου σοι γραψαι
Πολλὰ εἶχον γράψαι σοι, ἀλλ’ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν·
14 ελπιζω δε ευθεωσ ιδειν σε και στομα προσ στομα λαλησομεν ειρηνη σοι ασπαζονται σε οι φιλοι ασπαζου τουσ φιλουσ κατ ονομα
ἐλπίζω δὲ εὐθέως σε ἰδεῖν, καὶ στόμα πρὸς στόμα λαλήσομεν. εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ’ ὄνομα.

< Ιωαννου Γ΄ 1 >