< Ιωαννου Β΄ 1 >

1 ο πρεσβυτεροσ εκλεκτη κυρια και τοισ τεκνοισ αυτησ ουσ εγω αγαπω εν αληθεια και ουκ εγω μονοσ αλλα και παντεσ οι εγνωκοτεσ την αληθειαν
Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
2 δια την αληθειαν την μενουσαν εν ημιν και μεθ ημων εσται εισ τον αιωνα (aiōn g165)
διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ’ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα. (aiōn g165)
3 εσται μεθ ημων χαρισ ελεοσ ειρηνη παρα θεου πατροσ και παρα κυριου ιησου χριστου του υιου του πατροσ εν αληθεια και αγαπη
ἔσται μεθ’ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4 εχαρην λιαν οτι ευρηκα εκ των τεκνων σου περιπατουντασ εν αληθεια καθωσ εντολην ελαβομεν παρα του πατροσ
Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
5 και νυν ερωτω σε κυρια ουχ ωσ εντολην γραφων σοι καινην αλλα ην ειχομεν απ αρχησ ινα αγαπωμεν αλληλουσ
καὶ νῦν ἐρωτῶ σε, Κυρία, οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι ἀλλὰ ἣν εἴχαμεν ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
6 και αυτη εστιν η αγαπη ινα περιπατωμεν κατα τασ εντολασ αυτου αυτη εστιν η εντολη καθωσ ηκουσατε απ αρχησ ινα εν αυτη περιπατητε
καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ἡ ἐντολή ἐστιν, ἵνα καθὼς ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
7 οτι πολλοι πλανοι εισηλθον εισ τον κοσμον οι μη ομολογουντεσ ιησουν χριστον ερχομενον εν σαρκι ουτοσ εστιν ο πλανοσ και ο αντιχριστοσ
ὅτι πολλοὶ πλάνοι ἐξῆλθαν εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
8 βλεπετε εαυτουσ ινα μη απολεσωμεν α ειργασαμεθα αλλα μισθον πληρη απολαβωμεν
βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε, ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε.
9 πασ ο παραβαινων και μη μενων εν τη διδαχη του χριστου θεον ουκ εχει ο μενων εν τη διδαχη του χριστου ουτοσ και τον πατερα και τον υιον εχει
πᾶς ὁ προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
10 ει τισ ερχεται προσ υμασ και ταυτην την διδαχην ου φερει μη λαμβανετε αυτον εισ οικιαν και χαιρειν αυτω μη λεγετε
εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
11 ο γαρ λεγων αυτω χαιρειν κοινωνει τοισ εργοισ αυτου τοισ πονηροισ
ὁ λέγων γὰρ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12 πολλα εχων υμιν γραφειν ουκ εβουληθην δια χαρτου και μελανοσ αλλα ελπιζω ελθειν προσ υμασ και στομα προσ στομα λαλησαι ινα η χαρα ημων η πεπληρωμενη
Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν πεπληρωμένη ᾖ.
13 ασπαζεται σε τα τεκνα τησ αδελφησ σου τησ εκλεκτησ αμην
ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς.

< Ιωαννου Β΄ 1 >