< Προς Τιμοθεον Α΄ 2 >

1 παρακαλω ουν πρωτον παντων ποιεισθαι δεησεισ προσευχασ εντευξεισ ευχαριστιασ υπερ παντων ανθρωπων
Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων,
2 υπερ βασιλεων και παντων των εν υπεροχη οντων ινα ηρεμον και ησυχιον βιον διαγωμεν εν παση ευσεβεια και σεμνοτητι
ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
3 τουτο γαρ καλον και αποδεκτον ενωπιον του σωτηροσ ημων θεου
τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ,
4 οσ παντασ ανθρωπουσ θελει σωθηναι και εισ επιγνωσιν αληθειασ ελθειν
ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
5 εισ γαρ θεοσ εισ και μεσιτησ θεου και ανθρωπων ανθρωποσ χριστοσ ιησουσ
εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς,
6 ο δουσ εαυτον αντιλυτρον υπερ παντων το μαρτυριον καιροισ ιδιοισ
ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις·
7 εισ ο ετεθην εγω κηρυξ και αποστολοσ αληθειαν λεγω εν χριστω ου ψευδομαι διδασκαλοσ εθνων εν πιστει και αληθεια
εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος ἀλήθειαν λέγω, οὐ ψεύδομαι διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
8 βουλομαι ουν προσευχεσθαι τουσ ανδρασ εν παντι τοπω επαιροντασ οσιουσ χειρασ χωρισ οργησ και διαλογισμου
Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ·
9 ωσαυτωσ και τασ γυναικασ εν καταστολη κοσμιω μετα αιδουσ και σωφροσυνησ κοσμειν εαυτασ μη εν πλεγμασιν η χρυσω η μαργαριταισ η ιματισμω πολυτελει
ὡσαύτως καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ,
10 αλλ ο πρεπει γυναιξιν επαγγελλομεναισ θεοσεβειαν δι εργων αγαθων
ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν.
11 γυνη εν ησυχια μανθανετω εν παση υποταγη
Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ·
12 γυναικι δε διδασκειν ουκ επιτρεπω ουδε αυθεντειν ανδροσ αλλ ειναι εν ησυχια
διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ.
13 αδαμ γαρ πρωτοσ επλασθη ειτα ευα
Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα·
14 και αδαμ ουκ ηπατηθη η δε γυνη απατηθεισα εν παραβασει γεγονεν
καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν,
15 σωθησεται δε δια τησ τεκνογονιασ εαν μεινωσιν εν πιστει και αγαπη και αγιασμω μετα σωφροσυνησ
σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.

< Προς Τιμοθεον Α΄ 2 >