< Προς Τιμοθεον Α΄ 6 >

1 οσοι εισιν υπο ζυγον δουλοι τουσ ιδιουσ δεσποτασ πασησ τιμησ αξιουσ ηγεισθωσαν ινα μη το ονομα του θεου και η διδασκαλια βλασφημηται
Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.
2 οι δε πιστουσ εχοντεσ δεσποτασ μη καταφρονειτωσαν οτι αδελφοι εισιν αλλα μαλλον δουλευετωσαν οτι πιστοι εισιν και αγαπητοι οι τησ ευεργεσιασ αντιλαμβανομενοι ταυτα διδασκε και παρακαλει
οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Ταῦτα δίδασκε καὶ παρακάλει.
3 ει τισ ετεροδιδασκαλει και μη προσερχεται υγιαινουσιν λογοισ τοισ του κυριου ημων ιησου χριστου και τη κατ ευσεβειαν διδασκαλια
εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις, τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ,
4 τετυφωται μηδεν επισταμενοσ αλλα νοσων περι ζητησεισ και λογομαχιασ εξ ων γινεται φθονοσ ερισ βλασφημιαι υπονοιαι πονηραι
τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί,
5 διαπαρατριβαι διεφθαρμενων ανθρωπων τον νουν και απεστερημενων τησ αληθειασ νομιζοντων πορισμον ειναι την ευσεβειαν αφιστασο απο των τοιουτων
διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.
6 εστιν δε πορισμοσ μεγασ η ευσεβεια μετα αυταρκειασ
ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας·
7 ουδεν γαρ εισηνεγκαμεν εισ τον κοσμον δηλον οτι ουδε εξενεγκειν τι δυναμεθα
οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα·
8 εχοντεσ δε διατροφασ και σκεπασματα τουτοισ αρκεσθησομεθα
ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.
9 οι δε βουλομενοι πλουτειν εμπιπτουσιν εισ πειρασμον και παγιδα και επιθυμιασ πολλασ ανοητουσ και βλαβερασ αιτινεσ βυθιζουσιν τουσ ανθρωπουσ εισ ολεθρον και απωλειαν
οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν·
10 ριζα γαρ παντων των κακων εστιν η φιλαργυρια ησ τινεσ ορεγομενοι απεπλανηθησαν απο τησ πιστεωσ και εαυτουσ περιεπειραν οδυναισ πολλαισ
ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.
11 συ δε ω ανθρωπε του θεου ταυτα φευγε διωκε δε δικαιοσυνην ευσεβειαν πιστιν αγαπην υπομονην πραοτητα
Σὺ δέ, ὦ ἄνθρωπε θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραϋπαθίαν.
12 αγωνιζου τον καλον αγωνα τησ πιστεωσ επιλαβου τησ αιωνιου ζωησ εισ ην εκληθησ και ωμολογησασ την καλην ομολογιαν ενωπιον πολλων μαρτυρων (aiōnios g166)
ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. (aiōnios g166)
13 παραγγελλω σοι ενωπιον του θεου του ζωοποιουντοσ τα παντα και χριστου ιησου του μαρτυρησαντοσ επι ποντιου πιλατου την καλην ομολογιαν
παραγγέλλω ἐνώπιον θεοῦ τοῦ ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πειλάτου τὴν καλὴν ὁμολογίαν,
14 τηρησαι σε την εντολην ασπιλον ανεπιληπτον μεχρι τησ επιφανειασ του κυριου ημων ιησου χριστου
τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
15 ην καιροισ ιδιοισ δειξει ο μακαριοσ και μονοσ δυναστησ ο βασιλευσ των βασιλευοντων και κυριοσ των κυριευοντων
ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων,
16 ο μονοσ εχων αθανασιαν φωσ οικων απροσιτον ον ειδεν ουδεισ ανθρωπων ουδε ιδειν δυναται ω τιμη και κρατοσ αιωνιον αμην (aiōnios g166)
ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον· ἀμήν. (aiōnios g166)
17 τοισ πλουσιοισ εν τω νυν αιωνι παραγγελλε μη υψηλοφρονειν μηδε ηλπικεναι επι πλουτου αδηλοτητι αλλ εν τω θεω τω ζωντι τω παρεχοντι ημιν παντα πλουσιωσ εισ απολαυσιν (aiōn g165)
Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλὰ φρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ’ ἐπὶ θεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, (aiōn g165)
18 αγαθοεργειν πλουτειν εν εργοισ καλοισ ευμεταδοτουσ ειναι κοινωνικουσ
ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς,
19 αποθησαυριζοντασ εαυτοισ θεμελιον καλον εισ το μελλον ινα επιλαβωνται τησ αιωνιου ζωησ
ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς.
20 ω τιμοθεε την παραθηκην φυλαξον εκτρεπομενοσ τασ βεβηλουσ κενοφωνιασ και αντιθεσεισ τησ ψευδωνυμου γνωσεωσ
Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως,
21 ην τινεσ επαγγελλομενοι περι την πιστιν ηστοχησαν η χαρισ μετα σου αμην
ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μεθ’ ὑμῶν.

< Προς Τιμοθεον Α΄ 6 >