< Προς Θεσσαλονικεις Α΄ 2 >

1 αυτοι γαρ οιδατε αδελφοι την εισοδον ημων την προσ υμασ οτι ου κενη γεγονεν
Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν,
2 αλλα προπαθοντεσ και υβρισθεντεσ καθωσ οιδατε εν φιλιπποισ επαρρησιασαμεθα εν τω θεω ημων λαλησαι προσ υμασ το ευαγγελιον του θεου εν πολλω αγωνι
ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες καθὼς οἴδατε ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι.
3 η γαρ παρακλησισ ημων ουκ εκ πλανησ ουδε εξ ακαθαρσιασ ουτε εν δολω
ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλῳ,
4 αλλα καθωσ δεδοκιμασμεθα υπο του θεου πιστευθηναι το ευαγγελιον ουτωσ λαλουμεν ουχ ωσ ανθρωποισ αρεσκοντεσ αλλα τω θεω τω δοκιμαζοντι τασ καρδιασ ημων
ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
5 ουτε γαρ ποτε εν λογω κολακειασ εγενηθημεν καθωσ οιδατε ουτε εν προφασει πλεονεξιασ θεοσ μαρτυσ
οὔτε γάρ ποτε ἐν λόγῳ κολακίας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, θεὸς μάρτυς,
6 ουτε ζητουντεσ εξ ανθρωπων δοξαν ουτε αφ υμων ουτε απο αλλων δυναμενοι εν βαρει ειναι ωσ χριστου αποστολοι
οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ’ ὑμῶν οὔτε ἀπ’ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι·
7 αλλ εγενηθημεν ηπιοι εν μεσω υμων ωσ αν τροφοσ θαλπη τα εαυτησ τεκνα
ἀλλὰ ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα,
8 ουτωσ ομειρομενοι υμων ευδοκουμεν μεταδουναι υμιν ου μονον το ευαγγελιον του θεου αλλα και τασ εαυτων ψυχασ διοτι αγαπητοι ημιν γεγενησθε
οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε.
9 μνημονευετε γαρ αδελφοι τον κοπον ημων και τον μοχθον νυκτοσ γαρ και ημερασ εργαζομενοι προσ το μη επιβαρησαι τινα υμων εκηρυξαμεν εισ υμασ το ευαγγελιον του θεου
μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ.
10 υμεισ μαρτυρεσ και ο θεοσ ωσ οσιωσ και δικαιωσ και αμεμπτωσ υμιν τοισ πιστευουσιν εγενηθημεν
ὑμεῖς μάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν,
11 καθαπερ οιδατε ωσ ενα εκαστον υμων ωσ πατηρ τεκνα εαυτου παρακαλουντεσ υμασ και παραμυθουμενοι
καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι,
12 και μαρτυρομενοι εισ το περιπατησαι υμασ αξιωσ του θεου του καλουντοσ υμασ εισ την εαυτου βασιλειαν και δοξαν
καὶ μαρτυρόμενοι εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
13 δια τουτο και ημεισ ευχαριστουμεν τω θεω αδιαλειπτωσ οτι παραλαβοντεσ λογον ακοησ παρ ημων του θεου εδεξασθε ου λογον ανθρωπων αλλα καθωσ εστιν αληθωσ λογον θεου οσ και ενεργειται εν υμιν τοισ πιστευουσιν
Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθώς ἐστιν ἀληθῶς λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
14 υμεισ γαρ μιμηται εγενηθητε αδελφοι των εκκλησιων του θεου των ουσων εν τη ιουδαια εν χριστω ιησου οτι τα αυτα επαθετε και υμεισ υπο των ιδιων συμφυλετων καθωσ και αυτοι υπο των ιουδαιων
ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων,
15 των και τον κυριον αποκτειναντων ιησουν και τουσ ιδιουσ προφητασ και ημασ εκδιωξαντων και θεω μη αρεσκοντων και πασιν ανθρωποισ εναντιων
τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων,
16 κωλυοντων ημασ τοισ εθνεσιν λαλησαι ινα σωθωσιν εισ το αναπληρωσαι αυτων τασ αμαρτιασ παντοτε εφθασεν δε επ αυτουσ η οργη εισ τελοσ
κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
17 ημεισ δε αδελφοι απορφανισθεντεσ αφ υμων προσ καιρον ωρασ προσωπω ου καρδια περισσοτερωσ εσπουδασαμεν το προσωπον υμων ιδειν εν πολλη επιθυμια
Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ’ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.
18 διο ηθελησαμεν ελθειν προσ υμασ εγω μεν παυλοσ και απαξ και δισ και ενεκοψεν ημασ ο σατανασ
διότι ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ σατανᾶς.
19 τισ γαρ ημων ελπισ η χαρα η στεφανοσ καυχησεωσ η ουχι και υμεισ εμπροσθεν του κυριου ημων ιησου εν τη αυτου παρουσια
τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;
20 υμεισ γαρ εστε η δοξα ημων και η χαρα
ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.

< Προς Θεσσαλονικεις Α΄ 2 >