< Πετρου Α΄ 5 >

1 πρεσβυτερουσ τουσ εν υμιν παρακαλω ο συμπρεσβυτεροσ και μαρτυσ των του χριστου παθηματων ο και τησ μελλουσησ αποκαλυπτεσθαι δοξησ κοινωνοσ
Πρεσβυτέρους οὖν τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός·
2 ποιμανατε το εν υμιν ποιμνιον του θεου επισκοπουντεσ μη αναγκαστωσ αλλ εκουσιωσ μηδε αισχροκερδωσ αλλα προθυμωσ
ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ θεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως,
3 μηδε ωσ κατακυριευοντεσ των κληρων αλλα τυποι γινομενοι του ποιμνιου
μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου·
4 και φανερωθεντοσ του αρχιποιμενοσ κομιεισθε τον αμαραντινον τησ δοξησ στεφανον
καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
5 ομοιωσ νεωτεροι υποταγητε πρεσβυτεροισ παντεσ δε αλληλοισ υποτασσομενοι την ταπεινοφροσυνην εγκομβωσασθε οτι ο θεοσ υπερηφανοισ αντιτασσεται ταπεινοισ δε διδωσιν χαριν
Ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις, πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
6 ταπεινωθητε ουν υπο την κραταιαν χειρα του θεου ινα υμασ υψωση εν καιρω
ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖραν τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,
7 πασαν την μεριμναν υμων επιρριψαντεσ επ αυτον οτι αυτω μελει περι υμων
πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
8 νηψατε γρηγορησατε ο αντιδικοσ υμων διαβολοσ ωσ λεων ωρυομενοσ περιπατει ζητων τινα καταπιη
Νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπιεῖν·
9 ω αντιστητε στερεοι τη πιστει ειδοτεσ τα αυτα των παθηματων τη εν κοσμω υμων αδελφοτητι επιτελεισθαι
ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
10 ο δε θεοσ πασησ χαριτοσ ο καλεσασ υμασ εισ την αιωνιον αυτου δοξαν εν χριστω ιησου ολιγον παθοντασ αυτοσ καταρτισαι υμασ στηριξει σθενωσει θεμελιωσει (aiōnios g166)
ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ, ὀλίγον παθόντας αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει. (aiōnios g166)
11 αυτω η δοξα και το κρατοσ εισ τουσ αιωνασ των αιωνων αμην (aiōn g165)
αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. (aiōn g165)
12 δια σιλουανου υμιν του πιστου αδελφου ωσ λογιζομαι δι ολιγων εγραψα παρακαλων και επιμαρτυρων ταυτην ειναι αληθη χαριν του θεου εισ ην εστηκατε
Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν στῆτε.
13 ασπαζεται υμασ η εν βαβυλωνι συνεκλεκτη και μαρκοσ ο υιοσ μου
ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου.
14 ασπασασθε αλληλουσ εν φιληματι αγαπησ ειρηνη υμιν πασιν τοισ εν χριστω ιησου αμην
ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ.

< Πετρου Α΄ 5 >