< Πετρου Α΄ 4 >

1 χριστου ουν παθοντοσ υπερ ημων σαρκι και υμεισ την αυτην εννοιαν οπλισασθε οτι ο παθων εν σαρκι πεπαυται αμαρτιασ
Χριστοῦ οὖν παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας,
2 εισ το μηκετι ανθρωπων επιθυμιαισ αλλα θεληματι θεου τον επιλοιπον εν σαρκι βιωσαι χρονον
εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
3 αρκετοσ γαρ ημιν ο παρεληλυθωσ χρονοσ του βιου το θελημα των εθνων κατεργασασθαι πεπορευμενουσ εν ασελγειαισ επιθυμιαισ οινοφλυγιαισ κωμοισ ποτοισ και αθεμιτοισ ειδωλολατρειαισ
ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις.
4 εν ω ξενιζονται μη συντρεχοντων υμων εισ την αυτην τησ ασωτιασ αναχυσιν βλασφημουντεσ
ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·
5 οι αποδωσουσιν λογον τω ετοιμωσ εχοντι κριναι ζωντασ και νεκρουσ
οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς.
6 εισ τουτο γαρ και νεκροισ ευηγγελισθη ινα κριθωσιν μεν κατα ανθρωπουσ σαρκι ζωσιν δε κατα θεον πνευματι
εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.
7 παντων δε το τελοσ ηγγικεν σωφρονησατε ουν και νηψατε εισ τασ προσευχασ
Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς·
8 προ παντων δε την εισ εαυτουσ αγαπην εκτενη εχοντεσ οτι αγαπη καλυψει πληθοσ αμαρτιων
πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν·
9 φιλοξενοι εισ αλληλουσ ανευ γογγυσμων
φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ·
10 εκαστοσ καθωσ ελαβεν χαρισμα εισ εαυτουσ αυτο διακονουντεσ ωσ καλοι οικονομοι ποικιλησ χαριτοσ θεου
ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ.
11 ει τισ λαλει ωσ λογια θεου ει τισ διακονει ωσ εξ ισχυοσ ωσ χορηγει ο θεοσ ινα εν πασιν δοξαζηται ο θεοσ δια ιησου χριστου ω εστιν η δοξα και το κρατοσ εισ τουσ αιωνασ των αιωνων αμην (aiōn g165)
εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (aiōn g165)
12 αγαπητοι μη ξενιζεσθε τη εν υμιν πυρωσει προσ πειρασμον υμιν γινομενη ωσ ξενου υμιν συμβαινοντοσ
Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος,
13 αλλα καθο κοινωνειτε τοισ του χριστου παθημασιν χαιρετε ινα και εν τη αποκαλυψει τησ δοξησ αυτου χαρητε αγαλλιωμενοι
ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
14 ει ονειδιζεσθε εν ονοματι χριστου μακαριοι οτι το τησ δοξησ και το του θεου πνευμα εφ υμασ αναπαυεται κατα μεν αυτουσ βλασφημειται κατα δε υμασ δοξαζεται
εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται.
15 μη γαρ τισ υμων πασχετω ωσ φονευσ η κλεπτησ η κακοποιοσ η ωσ αλλοτριοεπισκοποσ
μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος·
16 ει δε ωσ χριστιανοσ μη αισχυνεσθω δοξαζετω δε τον θεον εν τω μερει τουτω
εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ὀνόματι τούτῳ.
17 οτι ο καιροσ του αρξασθαι το κριμα απο του οικου του θεου ει δε πρωτον αφ ημων τι το τελοσ των απειθουντων τω του θεου ευαγγελιω
ὅτι καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ;
18 και ει ο δικαιοσ μολισ σωζεται ο ασεβησ και αμαρτωλοσ που φανειται
καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
19 ωστε και οι πασχοντεσ κατα το θελημα του θεου ωσ πιστω κτιστη παρατιθεσθωσαν τασ ψυχασ αυτων εν αγαθοποιια
ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.

< Πετρου Α΄ 4 >