< Προς Κορινθιους Α΄ 12 >

1 περι δε των πνευματικων αδελφοι ου θελω υμασ αγνοειν
Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.
2 οιδατε οτι οτε εθνη ητε προσ τα ειδωλα τα αφωνα ωσ αν ηγεσθε απαγομενοι
οἴδατε ὅτι ὅτε ἔθνη ἦτε πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι.
3 διο γνωριζω υμιν οτι ουδεισ εν πνευματι θεου λαλων λεγει αναθεμα ιησουν και ουδεισ δυναται ειπειν κυριον ιησουν ει μη εν πνευματι αγιω
διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει, ἀνάθεμα Ἰησοῦς, καὶ οὐδεὶς δύναται εἰπεῖν, κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ.
4 διαιρεσεισ δε χαρισματων εισιν το δε αυτο πνευμα
Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα·
5 και διαιρεσεισ διακονιων εισιν και ο αυτοσ κυριοσ
καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς κύριος·
6 και διαιρεσεισ ενεργηματων εισιν ο δε αυτοσ εστιν θεοσ ο ενεργων τα παντα εν πασιν
καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
7 εκαστω δε διδοται η φανερωσισ του πνευματοσ προσ το συμφερον
ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον.
8 ω μεν γαρ δια του πνευματοσ διδοται λογοσ σοφιασ αλλω δε λογοσ γνωσεωσ κατα το αυτο πνευμα
ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα,
9 ετερω δε πιστισ εν τω αυτω πνευματι αλλω δε χαρισματα ιαματων εν τω αυτω πνευματι
ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι,
10 αλλω δε ενεργηματα δυναμεων αλλω δε προφητεια αλλω δε διακρισεισ πνευματων ετερω δε γενη γλωσσων αλλω δε ερμηνεια γλωσσων
ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διάκρισις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν·
11 παντα δε ταυτα ενεργει το εν και το αυτο πνευμα διαιρουν ιδια εκαστω καθωσ βουλεται
πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
12 καθαπερ γαρ το σωμα εν εστιν και μελη εχει πολλα παντα δε τα μελη του σωματοσ του ενοσ πολλα οντα εν εστιν σωμα ουτωσ και ο χριστοσ
Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός·
13 και γαρ εν ενι πνευματι ημεισ παντεσ εισ εν σωμα εβαπτισθημεν ειτε ιουδαιοι ειτε ελληνεσ ειτε δουλοι ειτε ελευθεροι και παντεσ εισ εν πνευμα εποτισθημεν
καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν.
14 και γαρ το σωμα ουκ εστιν εν μελοσ αλλα πολλα
καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.
15 εαν ειπη ο πουσ οτι ουκ ειμι χειρ ουκ ειμι εκ του σωματοσ ου παρα τουτο ουκ εστιν εκ του σωματοσ
ἐὰν εἴπῃ ὁ πούς, ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος·
16 και εαν ειπη το ουσ οτι ουκ ειμι οφθαλμοσ ουκ ειμι εκ του σωματοσ ου παρα τουτο ουκ εστιν εκ του σωματοσ
καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος·
17 ει ολον το σωμα οφθαλμοσ που η ακοη ει ολον ακοη που η οσφρησισ
εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;
18 νυνι δε ο θεοσ εθετο τα μελη εν εκαστον αυτων εν τω σωματι καθωσ ηθελησεν
νυνὶ δὲ ὁ θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν, ἐν τῷ σώματι καθὼς ἠθέλησεν.
19 ει δε ην τα παντα εν μελοσ που το σωμα
εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
20 νυν δε πολλα μεν μελη εν δε σωμα
νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
21 ου δυναται δε ο οφθαλμοσ ειπειν τη χειρι χρειαν σου ουκ εχω η παλιν η κεφαλη τοισ ποσιν χρειαν υμων ουκ εχω
οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, χρείαν σου οὐκ ἔχω, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, χρείαν ὑμῶν οὐκ ἔχω·
22 αλλα πολλω μαλλον τα δοκουντα μελη του σωματοσ ασθενεστερα υπαρχειν αναγκαια εστιν
ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαῖά ἐστιν,
23 και α δοκουμεν ατιμοτερα ειναι του σωματοσ τουτοισ τιμην περισσοτεραν περιτιθεμεν και τα ασχημονα ημων ευσχημοσυνην περισσοτεραν εχει
καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει,
24 τα δε ευσχημονα ημων ου χρειαν εχει αλλ ο θεοσ συνεκερασεν το σωμα τω υστερουντι περισσοτεραν δουσ τιμην
τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀλλὰ ὁ θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστερουμένῳ περισσοτέραν δοὺς τιμήν,
25 ινα μη η σχισματα εν τω σωματι αλλα το αυτο υπερ αλληλων μεριμνωσιν τα μελη
ἵνα μὴ ᾖ σχίσματα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσιν τὰ μέλη.
26 και ειτε πασχει εν μελοσ συμπασχει παντα τα μελη ειτε δοξαζεται εν μελοσ συγχαιρει παντα τα μελη
καὶ εἴτε πάσχει ἓν μέλος, συνπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συνχαίρει πάντα τὰ μέλη.
27 υμεισ δε εστε σωμα χριστου και μελη εκ μερουσ
ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
28 και ουσ μεν εθετο ο θεοσ εν τη εκκλησια πρωτον αποστολουσ δευτερον προφητασ τριτον διδασκαλουσ επειτα δυναμεισ ειτα χαρισματα ιαματων αντιληψεισ κυβερνησεισ γενη γλωσσων
καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
29 μη παντεσ αποστολοι μη παντεσ προφηται μη παντεσ διδασκαλοι μη παντεσ δυναμεισ
μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις;
30 μη παντεσ χαρισματα εχουσιν ιαματων μη παντεσ γλωσσαισ λαλουσιν μη παντεσ διερμηνευουσιν
μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσιν; μὴ πάντες διερμηνεύουσιν;
31 ζηλουτε δε τα χαρισματα τα κρειττονα και ετι καθ υπερβολην οδον υμιν δεικνυμι
ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα. καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.

< Προς Κορινθιους Α΄ 12 >