< Προς Ρωμαιους 13 >

1 Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ [τοῦ] Θεοῦ τεταγμέναι εἰσίν.
هر شخص مطیع قدرتهای برتر بشود، زیرا که قدرتی جز از خدا نیست و آنهایی که هست از جانب خدا مرتب شده است.۱
2 ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρῖμα λήψονται.
حتی هر‌که با قدرت مقاومت نماید، مقاومت باترتیب خدا نموده باشد و هر‌که مقاومت کند، حکم بر خود آورد.۲
3 οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·
زیرا از حکام عمل نیکو راخوفی نیست بلکه عمل بد را. پس اگر می‌خواهی که از آن قدرت ترسان نشوی، نیکویی کن که از اوتحسین خواهی یافت.۳
4 Θεοῦ γὰρ διάκονός ἐστί σοι εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν εἰς ὀργήν, ἔκδικος τῷ τὸ κακὸν πράσσοντι.
زیرا خادم خداست برای تو به نیکویی؛ لکن هرگاه بدی کنی، بترس چونکه شمشیر را عبث برنمی دارد، زیرا او خادم خداست و با غضب انتقام از بدکاران می‌کشد.۴
5 διὸ ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.
لهذا لازم است که مطیع او شوی نه به‌سبب غضب فقط بلکه به‌سبب ضمیر خود نیز.۵
6 διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.
زیرا که به این سبب باج نیز می‌دهید، چونکه خدام خدا ومواظب در همین امر هستند.۶
7 ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
پس حق هرکس رابه او ادا کنید: باج را به مستحق باج و جزیه را به مستحق جزیه و ترس را به مستحق ترس و عزت را به مستحق عزت.۷
8 Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους. ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκε·
مدیون احدی به چیزی مشوید جز به محبت نمودن با یکدیگر، زیرا کسی‌که دیگری رامحبت نماید شریعت را به‌جا آورده باشد.۸
9 τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
زیراکه زنا مکن، قتل مکن، دزدی مکن، شهادت دروغ مده، طمع مورز و هر حکمی دیگر که هست، همه شامل است در این کلام که همسایه خود راچون خود محبت نما.۹
10 ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὖν νόμου ἡ ἀγάπη.
محبت به همسایه خودبدی نمی کند پس محبت تکمیل شریعت است.۱۰
11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν.
و خصوص چون وقت را می‌دانید که الحال ساعت رسیده است که ما را باید از خواب بیدارشویم زیرا که الان نجات ما نزدیک تر است از آن وقتی که ایمان آوردیم.۱۱
12 ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.
شب منقضی شد و روز نزدیک آمد. پس اعمال تاریکی را بیرون کرده، اسلحه نور را بپوشیم.۱۲
13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ,
و با شایستگی رفتار کنیم چنانکه در روز، نه در بزمها و سکرها وفسق و فجور و نزاع و حسد؛۱۳
14 ἀλλ᾽ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.
بلکه عیسی مسیح خداوند را بپوشید و برای شهوات جسمانی تدارک نبینید.۱۴

< Προς Ρωμαιους 13 >