< Προς Ρωμαιους 12 >

1 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν,
زندگی مسیحی لهذا‌ای برادران شما را به رحمتهای خدا استدعا می‌کنم که بدنهای خود راقربانی زنده مقدس پسندیده خدا بگذرانید که عبادت معقول شما است.۱
2 καὶ μὴ συσχηματίζεσθαι τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθαι τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. (aiōn g165)
و همشکل این جهان مشوید بلکه به تازگی ذهن خود صورت خود راتبدیل دهید تا شما دریافت کنید که اراده نیکوی پسندیده کامل خدا چیست. (aiōn g165)۲
3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.
زیرا به آن فیضی که به من عطا شده است، هریکی از شما را می‌گویم که فکرهای بلندتر ازآنچه شایسته است مکنید بلکه به اعتدال فکرنمایید، به اندازه آن بهره ایمان که خدا به هر کس قسمت فرموده است.۳
4 καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
زیرا همچنان‌که در یک بدن اعضای بسیار داریم و هر عضوی را یک کارنیست،۴
5 οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ᾽ εἷς ἀλλήλων μέλη.
همچنین ما که بسیاریم، یک جسدهستیم در مسیح، اما فرد اعضای یکدیگر.۵
6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως,
پس چون نعمتهای مختلف داریم بحسب فیضی که به ما داده شد، خواه نبوت برحسب موافقت ایمان،۶
7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ,
یا خدمت در خدمت گذاری، یا معلم در تعلیم،۷
8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδούς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
یا واعظ در موعظه، یا بخشنده به سخاوت، یاپیشوا به اجتهاد، یا رحم کننده به‌سرور.۸
9 Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ,
محبت بی‌ریا باشد. از بدی نفرت کنید و به نیکویی بپیوندید.۹
10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
با محبت برادرانه یکدیگر رادوست دارید و هر یک دیگری را بیشتر از خوداکرام بنماید.۱۰
11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες,
در اجتهاد کاهلی نورزید و درروح سرگرم شده، خداوند را خدمت نمایید.۱۱
12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,
در امید مسرور و در مصیبت صابر و در دعامواظب باشید.۱۲
13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.
مشارکت در احتیاجات مقدسین کنید و در مهمانداری ساعی باشید.۱۳
14 εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
برکت بطلبید بر آنانی که بر شما جفا کنند؛ برکت بطلبید و لعن مکنید.۱۴
15 χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων.
خوشی کنید باخوشحالان و ماتم نمایید با ماتمیان.۱۵
16 τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς.
برای یکدیگر همان فکر داشته باشید و در چیزهای بلند فکر مکنید بلکه با ذلیلان مدارا نمایید و خودرا دانا مشمارید.۱۶
17 μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων·
هیچ‌کس را به عوض بدی بدی مرسانید. پیش جمیع مردم تدارک کارهای نیکو بینید.۱۷
18 εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.
اگر ممکن است بقدر قوه خود باجمیع خلق به صلح بکوشید.۱۸
19 μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.
‌ای محبوبان انتقام خود را مکشید بلکه خشم را مهلت دهید، زیرا مکتوب است «خداوند می‌گوید که انتقام ازآن من است من جزا خواهم داد.»۱۹
20 ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
پس «اگردشمن تو گرسنه باشد، او را سیر کن و اگر تشنه است، سیرابش نما زیرا اگر چنین کنی اخگرهای آتش بر سرش خواهی انباشت.»۲۰
21 μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
مغلوب بدی مشو بلکه بدی را به نیکویی مغلوب ساز.۲۱

< Προς Ρωμαιους 12 >