< 马可福音 4 >

1 耶稣又在海边教训人。有许多人到他那里聚集,他只得上船坐下。船在海里,众人都靠近海,站在岸上。
Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ ⸀συνάγεταιπρὸς αὐτὸν ὄχλος ⸀πλεῖστος ὥστε αὐτὸν ⸂εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ⸀ἦσαν
2 耶稣就用比喻教训他们许多道理。在教训之间,对他们说:
καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·
3 “你们听啊!有一个撒种的出去撒种。
Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ ⸀σπείρωνσπεῖραι.
4 撒的时候,有落在路旁的,飞鸟来吃尽了;
καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.
5 有落在土浅石头地上的,土既不深,发苗最快,
⸂καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες ⸀ὅπουοὐκ εἶχεν γῆν πολλήν, καὶ ⸀εὐθὺςἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
6 日头出来一晒,因为没有根,就枯干了;
⸂καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ⸀ἐκαυματίσθηκαὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
7 有落在荆棘里的,荆棘长起来,把它挤住了,就不结实;
καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.
8 又有落在好土里的,就发生长大,结实有三十倍的,有六十倍的,有一百倍的”;
καὶ ⸀ἄλλαἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ ⸀αὐξανόμενα καὶ ἔφερεν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.
9 又说:“有耳可听的,就应当听!”
καὶ ἔλεγεν· ⸂Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω.
10 无人的时候,跟随耶稣的人和十二个门徒问他这比喻的意思。
⸂Καὶ ὅτε ἐγένετο κατὰ μόνας, ⸀ἠρώτωναὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα ⸂τὰς παραβολάς.
11 耶稣对他们说:“神国的奥秘只叫你们知道,若是对外人讲,凡事就用比喻,
καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν ⸂τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται,
12 叫他们 看是看见,却不晓得; 听是听见,却不明白; 恐怕他们回转过来,就得赦免。”
ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ ⸀αὐτοῖς
13 又对他们说:“你们不明白这比喻吗?这样怎能明白一切的比喻呢?
Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;
14 撒种之人所撒的就是道。
ὁ σπείρων τὸν λόγον σπείρει.
15 那撒在路旁的,就是人听了道,撒但立刻来,把撒在他心里的道夺了去。
οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν ⸀εὐθὺςἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ⸂εἰς αὐτούς.
16 那撒在石头地上的,就是人听了道,立刻欢喜领受,
καὶ οὗτοί εἰσιν ⸀ὁμοίωςοἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον ⸀εὐθὺςμετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,
17 但他心里没有根,不过是暂时的,及至为道遭了患难,或是受了逼迫,立刻就跌倒了。
καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον ⸀εὐθὺςσκανδαλίζονται.
18 还有那撒在荆棘里的,就是人听了道,
καὶ ⸀ἄλλοιεἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· ⸂οὗτοί εἰσιν οἱ τὸν λόγον ⸀ἀκούσαντες
19 后来有世上的思虑、钱财的迷惑,和别样的私欲进来,把道挤住了,就不能结实。 (aiōn g165)
καὶ αἱ μέριμναι τοῦ ⸀αἰῶνοςκαὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. (aiōn g165)
20 那撒在好地上的,就是人听道,又领受,并且结实,有三十倍的,有六十倍的,有一百倍的。”
καὶ ⸀ἐκεῖνοίεἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.
21 耶稣又对他们说:“人拿灯来,岂是要放在斗底下,床底下,不放在灯台上吗?
Καὶ ἔλεγεν ⸀αὐτοῖς Μήτι ⸂ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ⸀τεθῇ;
22 因为掩藏的事,没有不显出来的;隐瞒的事,没有不露出来的。
οὐ γάρ ἐστιν ⸀κρυπτὸνἐὰν μὴ ⸀ἵναφανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλʼ ἵνα ⸂ἔλθῃ εἰς φανερόν.
23 有耳可听的,就应当听!”
εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
24 又说:“你们所听的要留心。你们用什么量器量给人,也必用什么量器量给你们,并且要多给你们。
καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖνκαὶ προστεθήσεται ⸀ὑμῖν.
25 因为有的,还要给他;没有的,连他所有的也要夺去。”
ὃς γὰρ ⸀ἔχει δοθήσεται αὐτῷ· καὶ ὃ οὐκ ἔχει, καὶ ⸀ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.
26 又说:“神的国如同人把种撒在地上。
Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ⸀ὡςἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς
27 黑夜睡觉,白日起来,这种就发芽渐长,那人却不晓得如何这样。
καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος ⸀βλαστᾷκαὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.
28 地生五谷是出于自然的:先发苗,后长穗,再后穗上结成饱满的子粒;
⸀αὐτομάτηἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, ⸂εἶτα στάχυν, εἶτα ⸂πλήρης σῖτον ἐν τῷ στάχυϊ.
29 谷既熟了,就用镰刀去割,因为收成的时候到了。”
ὅταν δὲ ⸀παραδοῖὁ καρπός, ⸀εὐθὺςἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
30 又说:“神的国,我们可用什么比较呢?可用什么比喻表明呢?
Καὶ ἔλεγεν· ⸀Πῶςὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν ⸀τίνι⸂αὐτὴν παραβολῇ θῶμεν;
31 好像一粒芥菜种,种在地里的时候,虽比地上的百种都小,
ὡς ⸀κόκκῳσινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, ⸂μικρότερον ὂν πάντων τῶν ⸀σπερμάτων τῶν ἐπὶ τῆς γῆς—
32 但种上以后,就长起来,比各样的菜都大,又长出大枝来,甚至天上的飞鸟可以宿在它的荫下。”
καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται ⸂μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.
33 耶稣用许多这样的比喻,照他们所能听的,对他们讲道。
Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν·
34 若不用比喻,就不对他们讲;没有人的时候,就把一切的道讲给门徒听。
χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατʼ ἰδίαν δὲ τοῖς ⸂ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.
35 当那天晚上,耶稣对门徒说:“我们渡到那边去吧。”
Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν.
36 门徒离开众人,耶稣仍在船上,他们就把他一同带去;也有别的船和他同行。
καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα ⸀πλοῖαἦν μετʼ αὐτοῦ.
37 忽然起了暴风,波浪打入船内,甚至船要满了水。
καὶ γίνεται λαῖλαψ ⸂μεγάλη ἀνέμου, ⸂καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ⸂ἤδη γεμίζεσθαι τὸ πλοῖον.
38 耶稣在船尾上,枕着枕头睡觉。门徒叫醒了他,说:“夫子!我们丧命,你不顾吗?”
καὶ ⸂αὐτὸς ἦν ⸀ἐντῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ⸀ἐγείρουσιναὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
39 耶稣醒了,斥责风,向海说:“住了吧!静了吧!”风就止住,大大地平静了。
καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
40 耶稣对他们说:“为什么胆怯?你们还没有信心吗?”
καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; ⸀οὔπωἔχετε πίστιν;
41 他们就大大地惧怕,彼此说:“这到底是谁,连风和海也听从他了。”
καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ⸀ὑπακούειαὐτῷ;

< 马可福音 4 >