< 马可福音 3 >

1 耶稣又进了会堂,在那里有一个人枯干了一只手。
Καὶ εἰσῆλθεν πάλιν ⸀εἰςσυναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.
2 众人窥探耶稣,在安息日医治不医治,意思是要控告耶稣。
καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα ⸀κατηγορήσωσιναὐτοῦ.
3 耶稣对那枯干一只手的人说:“起来,站在当中。”
καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ⸂τὴν χεῖρα ἔχοντι ξηράν· ⸀Ἔγειρεεἰς τὸ μέσον.
4 又问众人说:“在安息日行善行恶,救命害命,哪样是可以的呢?”他们都不作声。
καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ⸀ἀγαθοποιῆσαιἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
5 耶稣怒目周围看他们,忧愁他们的心刚硬,就对那人说:“伸出手来!”他把手一伸,手就复了原。
καὶ περιβλεψάμενος αὐτοὺς μετʼ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν ⸀χεῖρα καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ ⸀αὐτοῦ
6 法利赛人出去,同希律一党的人商议怎样可以除灭耶稣。
καὶ ἐξελθόντες οἱ Φαρισαῖοι ⸀εὐθὺςμετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ⸀ἐδίδουνκατʼ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
7 耶稣和门徒退到海边去,有许多人从加利利跟随他。
Καὶ ὁ Ἰησοῦς ⸂μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ⸀ἠκολούθησεν καὶ ἀπὸ τῆς Ἰουδαίας
8 还有许多人听见他所做的大事,就从犹太、耶路撒冷、以土买、约旦河外,并泰尔、西顿的四方来到他那里。
καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας ⸀καὶπέραν τοῦ Ἰορδάνου ⸁καὶπερὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ⸀ἀκούοντεςὅσα ⸀ἐποίειἦλθον πρὸς αὐτόν.
9 他因为人多,就吩咐门徒叫一只小船伺候着,免得众人拥挤他。
καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν·
10 他治好了许多人,所以凡有灾病的,都挤进来要摸他。
πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας.
11 污鬼无论何时看见他,就俯伏在他面前,喊着说:“你是 神的儿子。”
καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ⸂ἐθεώρουν, προσέπιπτον⸃ αὐτῷ καὶ ⸀ἔκραζον ⸀λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
12 耶稣再三地嘱咐他们,不要把他显露出来。
καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ ⸂αὐτὸν φανερὸν ⸀ποιήσωσιν
13 耶稣上了山,随自己的意思叫人来;他们便来到他那里。
Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
14 他就设立十二个人,要他们常和自己同在,也要差他们去传道,
καὶ ἐποίησεν ⸀δώδεκα ἵνα ὦσιν μετʼ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
15 并给他们权柄赶鬼。
καὶ ἔχειν ⸀ἐξουσίανἐκβάλλειν τὰ δαιμόνια·
16 这十二个人有西门(耶稣又给他起名叫彼得),
καὶ ⸂ἐποίησεν τοὺς δώδεκα, καὶ⸃ ἐπέθηκεν ⸂ὄνομα τῷ Σίμωνι⸃ Πέτρον,
17 还有西庇太的儿子雅各和雅各的兄弟约翰(又给这两个人起名叫半尼其,就是雷子的意思),
καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς ⸀ὀνόματαΒοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς),
18 又有安得烈、腓力、巴多罗买、马太、多马、亚勒腓的儿子雅各,和达太,并奋锐党的西门,
καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν ⸀Καναναῖον
19 还有卖耶稣的加略人犹大。
καὶ Ἰούδαν ⸀Ἰσκαριώθ ὃς καὶ παρέδωκεν αὐτόν.
20 耶稣进了一个屋子,众人又聚集,甚至他连饭也顾不得吃。
Καὶ ⸀ἔρχεταιεἰς οἶκον· καὶ συνέρχεται πάλιν ⸀ὁὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς ⸀μηδὲἄρτον φαγεῖν.
21 耶稣的亲属听见,就出来要拉住他,因为他们说他癫狂了。
καὶ ἀκούσαντες οἱ παρʼ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη.
22 从耶路撒冷下来的文士说:“他是被别西卜附着”;又说:“他是靠着鬼王赶鬼。”
καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
23 耶稣叫他们来,用比喻对他们说:“撒但怎能赶出撒但呢?
καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;
24 若一国自相纷争,那国就站立不住;
καὶ ἐὰν βασιλεία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·
25 若一家自相纷争,那家就站立不住。
καὶ ἐὰν οἰκία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ ⸀δυνήσεται⸂ἡ οἰκία ἐκείνη σταθῆναι·
26 若撒但自相攻打纷争,他就站立不住,必要灭亡。
καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφʼ ἑαυτὸν καὶ ⸀ἐμερίσθη οὐ δύναται ⸀στῆναιἀλλὰ τέλος ἔχει.
27 没有人能进壮士家里,抢夺他的家具;必先捆住那壮士,才可以抢夺他的家。
⸂ἀλλʼ οὐδεὶς δύναται ⸂εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει
28 我实在告诉你们,世人一切的罪和一切亵渎的话都可得赦免;
Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται ⸂τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα⸃ καὶ ⸂αἱ βλασφημίαι ὅσα ἐὰν⸃ βλασφημήσωσιν·
29 凡亵渎圣灵的,却永不得赦免,乃要担当永远的罪。” (aiōn g165, aiōnios g166)
ὃς δʼ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ⸀ἁμαρτήματος (aiōn g165, aiōnios g166)
30 这话是因为他们说:“他是被污鬼附着的。”
ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει.
31 当下,耶稣的母亲和弟兄来,站在外边,打发人去叫他。
⸂Καὶ ἔρχονται ⸂ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἔξω ⸀στήκοντεςἀπέστειλαν πρὸς αὐτὸν ⸀καλοῦντεςαὐτόν.
32 有许多人在耶稣周围坐着,他们就告诉他说:“看哪,你母亲和你弟兄在外边找你。”
καὶ ἐκάθητο ⸂περὶ αὐτὸν ὄχλος, ⸂καὶ λέγουσιν αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σουκαὶ οἱ ἀδελφοί ⸀σου ἔξω ζητοῦσίν σε.
33 耶稣回答说:“谁是我的母亲?谁是我的弟兄?”
καὶ ⸂ἀποκριθεὶς αὐτοῖς λέγει· Τίς ἐστιν ἡ μήτηρ μου ⸀ἢοἱ ἀδελφοί ⸀μου
34 就四面观看那周围坐着的人,说:“看哪,我的母亲,我的弟兄。
καὶ περιβλεψάμενος ⸂τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
35 凡遵行 神旨意的人就是我的弟兄姊妹和母亲了。”
ὃς ⸀γὰρἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ⸀ἀδελφὴκαὶ μήτηρ ἐστίν.

< 马可福音 3 >