< Ψαλμοί 1 >

1 Μακάριος ο άνθρωπος, όστις δεν περιεπάτησεν εν βουλή ασεβών, και εν οδώ αμαρτωλών δεν εστάθη, και επί καθέδρας χλευαστών δεν εκάθησεν·
μακάριος ἀνήρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν
2 αλλ' εν τω νόμω του Κυρίου είναι το θέλημα αυτού, και εν τω νόμω αυτού μελετά ημέραν και νύκτα.
ἀλλ’ ἢ ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός
3 Και θέλει είσθαι ως δένδρον πεφυτευμένον παρά τους ρύακας των υδάτων, το οποίον δίδει τον καρπόν αυτού εν τω καιρώ αυτού, και το φύλλον αυτού δεν μαραίνεται· και πάντα, όσα αν πράττη, θέλουσιν ευοδωθή.
καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται
4 Δεν θέλουσιν είσθαι ούτως οι ασεβείς· αλλ' ως το λεπτόν άχυρον, το οποίον εκρίπτει ο άνεμος.
οὐχ οὕτως οἱ ἀσεβεῖς οὐχ οὕτως ἀλλ’ ἢ ὡς ὁ χνοῦς ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς
5 Διά τούτο δεν θέλουσιν εγερθή οι ασεβείς εν τη κρίσει, ουδέ οι αμαρτωλοί εν τη συνάξει των δικαίων.
διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων
6 Διότι γνωρίζει ο Κύριος την οδόν των δικαίων· η δε οδός των ασεβών θέλει απολεσθή.
ὅτι γινώσκει κύριος ὁδὸν δικαίων καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται

< Ψαλμοί 1 >