< Ἰώβ 42 >

1 Τότε απεκρίθη ο Ιώβ προς τον Κύριον και είπεν·
ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ
2 Εξεύρω ότι δύνασαι τα πάντα, και ουδείς στοχασμός σου δύναται να εμποδισθή.
οἶδα ὅτι πάντα δύνασαι ἀδυνατεῖ δέ σοι οὐθέν
3 Τις ούτος ο κρύπτων την βουλήν ασυνέτως; Εγώ λοιπόν προέφερα εκείνο, το οποίον δεν ενόουν. Πράγματα υπερθαύμαστα δι' εμέ, τα οποία δεν εγνώριζον.
τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην
4 Άκουσον, δέομαι· και εγώ θέλω λαλήσει· θέλω σε ερωτήσει, και συ δίδαξόν με.
ἄκουσον δέ μου κύριε ἵνα κἀγὼ λαλήσω ἐρωτήσω δέ σε σὺ δέ με δίδαξον
5 Ήκουον περί σου με την ακοήν του ωτίου, αλλά τώρα ο οφθαλμός μου σε βλέπει·
ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σε
6 διά τούτο βδελύττομαι εμαυτόν, και μετανοώ εν χώματι και σποδώ.
διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν
7 Αφού δε ο Κύριος ελάλησε τους λόγους τούτους προς τον Ιώβ, είπεν ο Κύριος προς Ελιφάς τον Θαιμανίτην, Ο θυμός μου εξήφθη κατά σου και κατά των δύο φίλων σου· διότι δεν ελαλήσατε περί εμού το ορθόν ως ο δούλός μου Ιώβ·
ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ιωβ εἶπεν ὁ κύριος Ελιφας τῷ Θαιμανίτῃ ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ ὁ θεράπων μου Ιωβ
8 διά τούτο λάβετε τώρα εις εαυτούς επτά μόσχους και επτά κριούς και υπάγετε προς τον δούλον μου Ιώβ, και προσφέρετε ολοκαύτωμα υπέρ εαυτών· ο δε Ιώβ ο δούλός μου θέλει ικετεύσει υπέρ υμών· διότι θέλω δεχθή το πρόσωπον αυτού· διά να μη πράξω με σας κατά την αφροσύνην σας· διότι δεν ελαλήσατε περί εμού το ορθόν ως ο δούλός μου Ιώβ.
νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ιωβ καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν Ιωβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι εἰ μὴ γὰρ δῑ αὐτόν ἀπώλεσα ἂν ὑμᾶς οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ιωβ
9 Και υπήγον Ελιφάς ο Θαιμανίτης και Βιλδάδ ο Σαυχίτης και Σωφάρ ο Νααμαθίτης, και έκαμον ως προσέταξεν εις αυτούς ο Κύριος· ο δε Κύριος εδέχθη το πρόσωπον του Ιώβ.
ἐπορεύθη δὲ Ελιφας ὁ Θαιμανίτης καὶ Βαλδαδ ὁ Σαυχίτης καὶ Σωφαρ ὁ Μιναῖος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ιωβ
10 Και έστρεψεν ο Κύριος την αιχμαλωσίαν του Ιώβ, αφού προσηυχήθη υπέρ των φίλων αυτού· και έδωκεν ο Κύριος εις τον Ιώβ διπλάσια πάντων των όσα είχε πρότερον.
ὁ δὲ κύριος ηὔξησεν τὸν Ιωβ εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν ἔδωκεν δὲ ὁ κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ιωβ εἰς διπλασιασμόν
11 Τότε ήλθον προς αυτόν πάντες οι αδελφοί αυτού και πάσαι αι αδελφαί αυτού και πάντες οι γνωρίζοντες αυτόν πρότερον, και έφαγον άρτον μετ' αυτού εν τω οίκω αυτού· και συνέκλαυσαν με αυτόν και παρηγόρησαν αυτόν περί παντός του κακού, το οποίον ο Κύριος επέφερεν επ' αυτόν· και έδωκαν έκαστος εις αυτόν εν αργύριον και έκαστος εν χρυσούν ενώτιον.
ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ καὶ ἦλθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου φαγόντες δὲ καὶ πιόντες παρ’ αὐτῷ παρεκάλεσαν αὐτόν καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον
12 Και ευλόγησεν ο Κύριος τα έσχατα του Ιώβ μάλλον παρά τα πρώτα· ώστε απέκτησε δεκατέσσαρας χιλιάδας προβάτων και εξακισχιλίας καμήλους και χίλια ζεύγη βοών και χιλίας όνους.
ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ιωβ ἢ τὰ ἔμπροσθεν ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια κάμηλοι ἑξακισχίλιαι ζεύγη βοῶν χίλια ὄνοι θήλειαι νομάδες χίλιαι
13 Εγεννήθησαν έτι εις αυτόν επτά υιοί και τρεις θυγατέρες·
γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς
14 και εκάλεσε το όνομα της πρώτης Ιεμιμά· και το όνομα της δευτέρας Κεσιά· και το όνομα της τρίτης Κερέν-αππούχ·
καὶ ἐκάλεσεν τὴν μὲν πρώτην Ἡμέραν τὴν δὲ δευτέραν Κασίαν τὴν δὲ τρίτην Ἀμαλθείας κέρας
15 και δεν ευρίσκοντο εφ' όλης της γης γυναίκες ώραίαι ως αι θυγατέρες του Ιώβ· και ο πατήρ αυτών έδωκεν εις αυτάς κληρονομίαν μεταξύ των αδελφών αυτών.
καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ιωβ βελτίους αὐτῶν ἐν τῇ ὑπ’ οὐρανόν ἔδωκεν δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς
16 Μετά ταύτα έζησεν ο Ιώβ εκατόν τεσσαράκοντα έτη, και είδε τους υιούς αυτού και τους υιούς των υιών αυτού, τετάρτην γενεάν.
ἔζησεν δὲ Ιωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ καὶ εἶδεν Ιωβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν
17 και ετελεύτησεν ο Ιώβ, γέρων και πλήρης ημερών.
καὶ ἐτελεύτησεν Ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν

< Ἰώβ 42 >