< Amós 5 >

1 Oíd esta palabra, porque yo levanto endecha sobre vosotros, casa de Israel.
ἀκούσατε τὸν λόγον κυρίου τοῦτον ὃν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς θρῆνον οἶκος Ισραηλ
2 Cayó, nunca más se levantará la virgen de Israel: fue dejada sobre su tierra, no hay quien la levante.
ἔπεσεν οὐκέτι μὴ προσθῇ τοῦ ἀναστῆναι παρθένος τοῦ Ισραηλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν
3 Porque así dijo el Señor Jehová: la ciudad que sacaba mil, quedará con ciento; y la que sacaba ciento, quedará con diez en la casa de Israel.
διότι τάδε λέγει κύριος κύριος ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι ὑπολειφθήσονται ἑκατόν καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ισραηλ
4 Porque así dijo Jehová a la casa de Israel: Buscádme, y vivíd.
διότι τάδε λέγει κύριος πρὸς τὸν οἶκον Ισραηλ ἐκζητήσατέ με καὶ ζήσεσθε
5 Y no busquéis a Bet-el, ni entréis en Gálgala, ni paséis a Beer-seba; porque Gálgala será llevada en cautividad, y Bet-el será deshecha.
καὶ μὴ ἐκζητεῖτε Βαιθηλ καὶ εἰς Γαλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε ὅτι Γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται καὶ Βαιθηλ ἔσται ὡς οὐχ ὑπάρχουσα
6 Buscád a Jehová, y vivíd; porque no hienda, como fuego, a la casa de José, y la consuma, y no haya en Bet-el quien lo apague.
ἐκζητήσατε τὸν κύριον καὶ ζήσατε ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ιωσηφ καὶ καταφάγεται αὐτόν καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ισραηλ
7 Que convierten en ajenjo el juicio, y dejan en tierra la justicia.
κύριος ὁ ποιῶν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν
8 El que hace el Arcturo y el Orión, y las tinieblas vuelve en mañana, y hace oscurecer el día en noche: el que llama a las aguas de la mar, y las derrama sobre la haz de la tierra, Jehová es su nombre.
ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωὶ σκιὰν θανάτου καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ
9 El que da esfuerzo al robador sobre el fuerte, y que el robador venga contra la fortaleza.
ὁ διαιρῶν συντριμμὸν ἐπ’ ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων
10 Aborrecieron en la puerta al reprensor, y al que hablaba lo recto abominaron.
ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο
11 Por tanto por vuestro molestar al pobre, y recibís de él carga de trigo, edificasteis casas de sillares, mas no las habitaréis: plantasteis hermosas viñas, mas no beberéis el vino de ellas.
διὰ τοῦτο ἀνθ’ ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ’ αὐτῶν οἴκους ξυστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον ἐξ αὐτῶν
12 Porque sabido he vuestras muchas rebeliones, y vuestros gruesos pecados: que afligen al justo, y reciben cohecho, y a los pobres en la puerta hacen perder su causa.
ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν καταπατοῦντες δίκαιον λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες
13 Por lo cual el prudente en tal tiempo calla, porque el tiempo es malo.
διὰ τοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται ὅτι καιρὸς πονηρός ἐστιν
14 Buscád lo bueno, y no lo malo, para que viváis: porque así será con vosotros Jehová Dios de los ejércitos, como decís.
ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρόν ὅπως ζήσητε καὶ ἔσται οὕτως μεθ’ ὑμῶν κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὃν τρόπον εἴπατε
15 Aborrecéd el mal, y amád el bien, y ponéd juicio en la puerta: quizá Jehová Dios de los ejércitos habrá piedad de la resta de José.
μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα ὅπως ἐλεήσῃ κύριος ὁ θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ιωσηφ
16 Por tanto así dijo Jehová Dios de los ejércitos, el Señor: En todas las plazas habrá llanto, y en todas las calles dirán; ¡Ay, ay! y al labrador llamarán a lloro, y a endecha, a los que supieren endechar.
διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἐν πάσαις πλατείαις κοπετός καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται οὐαὶ οὐαί κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν καὶ εἰς εἰδότας θρῆνον
17 Y en todas las viñas habrá llanto, porque pasaré por medio de ti, dijo Jehová.
καὶ ἐν πάσαις ὁδοῖς κοπετός διότι διελεύσομαι διὰ μέσου σου εἶπεν κύριος
18 ¡Ay de los que desean el día de Jehová! ¿para qué queréis este día de Jehová? Tinieblas, y no luz.
οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν κυρίου ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ κυρίου καὶ αὐτή ἐστιν σκότος καὶ οὐ φῶς
19 Como el que huye de delante del león, y se topa con el oso; o, si entrare en casa, y arrime su mano a la pared, y le muerda la culebra.
ὃν τρόπον ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὁ ὄφις
20 ¿El día de Jehová, no es tinieblas, y no luz: oscuridad, que no tiene resplandor?
οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ φῶς καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῇ
21 Aborrecí, abominé vuestras solemnidades, y no me darán buen olor vuestras congregaciones.
μεμίσηκα ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν
22 Y si me ofreciereis holocaustos y vuestros presentes, no los recibiré: ni miraré a los sacrificios pacíficos de vuestros engordados.
διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν οὐ προσδέξομαι αὐτά καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι
23 Quita de mí la multitud de tus cantares; y las salmodias de tus instrumentos no oiré.
μετάστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι
24 Y corra como las aguas el juicio, y la justicia como arroyo impetuoso.
καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος
25 ¿Habéisme ofrecido sacrificios y presente en el desierto en cuarenta años, casa de Israel?
μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη οἶκος Ισραηλ
26 Y ofrecisteis a Sicut, vuestro rey, y a Quión, vuestros ídolos, estrella de vuestros dioses que os hicisteis.
καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολοχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ραιφαν τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς
27 Haréos pues trasportar de ese cabo de Damasco, dijo Jehová, Dios de los ejércitos es su nombre.
καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ

< Amós 5 >