< San Lucas 13 >

1 En la misma ocasión estaban presentes algunos que le informaron [a Jesús] sobre unos galileos cuya sangre Pilato mezcló con los sacrificios de ellos.
Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ, ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν.
2 [Jesús] les preguntó: ¿Piensan ustedes que aquellos galileos eran más pecadores que los demás galileos porque sufrieron esas cosas?
Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι, ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν;
3 No. Más bien, si ustedes no cambian de mente, todos perecerán de igual manera.
Οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε, πάντες ὁμοίως ἀπολεῖσθε.
4 O aquellos 18 sobre quienes cayó la torre en Siloé y los mató, ¿piensan que ellos eran más culpables que los demás habitantes de Jerusalén?
Ἢ ἐκεῖνοι οἱ δεκαοκτὼ ἐφʼ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ;
5 No. Más bien, si ustedes no cambian de mente todos perecerán del mismo modo.
Οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἐὰν μὴ μετανοῆτε, πάντες ὁμοίως ἀπολεῖσθε.”
6 Les narró esta parábola: Alguien tenía una higuera plantada en su huerto. Fue a buscar fruto en ella y no [lo] halló.
Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν: “Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν.
7 Y dijo al jardinero: Mira, hace tres años vengo a buscar fruto en esta higuera y no [lo] hallo. ¡Córtala para que no inutilice la tierra!
Εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, ‘Ἰδοὺ, τρία ἔτη ἀφʼ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ;’
8 El jardinero respondió: Señor, déjala aún este año, hasta que cave alrededor de ella y [le] eche abono.
Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, ‘Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια·
9 Si se ve que va a producir fruto, [bien], y si no, la cortas.
κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον, εἰ δὲ μή γε ἐκκόψεις αὐτήν.’”
10 Un sábado enseñaba en una congregación de los judíos.
Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς Σάββασιν.
11 Una mujer que había estado enferma 18 años estaba [allí] encorvada y no podía levantarse.
Καὶ ἰδοὺ, γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές.
12 Cuando Jesús la vio, [la] llamó y le dijo: ¡Mujer, quedas libre de tu enfermedad!
Ἰδὼν δὲ αὐτὴν, ὁ ˚Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, “Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.”
13 Le impuso las manos. Al instante se enderezó y glorificaba a Dios.
Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας, καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζεν τὸν ˚Θεόν.
14 Pero el jefe de la congregación se indignó porque Jesús sanó en sábado y decía a la multitud: Hay seis días en los cuales uno debe trabajar. En éstos vengan y sean sanados, y no en sábado.
Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ ˚Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ, ὅτι “Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ Σαββάτου.”
15 Entonces el Señor le respondió: ¡Hipócritas! ¿Cada uno de ustedes no desata su buey o el asno del establo en sábado y lo lleva a beber?
Ἀπεκρίθη δὲ αὐτῷ ὁ ˚Κύριος καὶ εἶπεν, “Ὑποκριταί! Ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ, ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει;
16 A ésta hija de Abraham, a quien Satanás ató por 18 años, ¿no le era necesario ser liberada de esta atadura en sábado?
Ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδοὺ, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ Σαββάτου;”
17 Al decir estas cosas, todos los que se le oponían quedaban humillados, pero todo el pueblo se regocijaba por las cosas espléndidas que Él hacía.
Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπʼ αὐτοῦ.
18 Por tanto dijo: ¿A qué es semejante el reino de Dios, y a qué lo compararé?
Ἔλεγεν οὖν, “Τίνι ὁμοία ἐστὶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν;
19 Es semejante a un grano de mostaza que un hombre sembró en su huerto. Creció y se convirtió en un árbol, y las aves del cielo anidaron en sus ramas.
Ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν, ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ ‘Τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.’”
20 Y otra vez dijo: ¿A qué compararé el reino de Dios?
Καὶ πάλιν εἶπεν, “Τίνι ὁμοιώσω τὴν Βασιλείαν τοῦ ˚Θεοῦ;
21 Es semejante a [la] levadura que una mujer echó en tres medidas de harina hasta que todo fue leudado.
Ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα, γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.”
22 En su viaje a Jerusalén, [Jesús] enseñaba en las ciudades y aldeas por donde pasaba.
Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα.
23 Y alguien le preguntó: Señor, ¿son pocos los que se salvan? Él le contestó:
Εἶπεν δέ τις αὐτῷ, “˚Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι;” Ὁ δὲ εἶπεν πρὸς αὐτούς,
24 Esfuércense a entrar por la puerta angosta, porque muchos procurarán entrar y no podrán.
“Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν.
25 Después que el amo de casa cierre la puerta, aunque [algunos] que estén afuera comiencen a golpearla y digan: Señor, ábrenos, les responderá: No sé quiénes son ustedes.
Ἀφʼ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, ‘Κύριε, ἄνοιξον ἡμῖν’· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, ‘Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ.’
26 Entonces dirán: Delante de Ti comimos y bebimos, y enseñaste en nuestras plazas.
Τότε ἄρξεσθε λέγειν, ‘Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας.’
27 Él les contestará: No sé de dónde son. ¡Apártense de Mí todos, hacedores de injusticia!
Καὶ ἐρεῖ, λέγων ὑμῖν, ‘Οὐκ οἶδα πόθεν ἐστέ· “ἀπόστητε ἀπʼ ἐμοῦ, πάντες ἐργάται ἀδικίας”.’
28 Allí será el llanto y el crujido de los dientes cuando vean a Abraham, a Isaac, a Jacob y a todos los profetas en el reino de Dios, y ustedes sean lanzados fuera.
Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ πάντας τοὺς προφήτας, ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω.
29 Vendrán del oriente, del occidente, del norte y del sur, y se reclinarán [a comer] en el reino de Dios.
Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ.
30 Piensen: Hay últimos que serán primeros, y primeros que serán últimos.
Καὶ ἰδοὺ, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.”
31 En aquella hora llegaron unos fariseos que le dijeron: Sal y escápate de aquí porque Herodes quiere matarte.
Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ, “Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.”
32 Les dijo: Vayan, digan a aquella zorra: Mira, hoy y mañana echo fuera demonios y realizo sanidades, y al tercer [día] termino mi obra.
Καὶ εἶπεν αὐτοῖς, “Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ‘Ἰδοὺ, ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.’
33 Pero me es necesario ir hoy, mañana y el día siguiente, porque no es posible que un profeta perezca fuera de Jerusalén.
Πλὴν δεῖ με, σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ.
34 ¡Jerusalén, Jerusalén, que matas a los profetas y apedreas a los que te son enviados! ¡Cuántas veces quise recoger a tus hijos como una gallina a sus polluelos bajo sus alas, y no quisiste!
Ἰερουσαλὴμ, Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
35 Consideren que su casa queda desolada. Les digo: Que de ningún modo me verán hasta que digan: ¡Bendito el que viene en Nombre del Señor!
Ἰδοὺ, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν. Λέγω δὲ ὑμῖν, οὐ μὴ ἴδητέ με ἕως εἴπητε, ‘Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι ˚Κυρίου.’”

< San Lucas 13 >