< Números 27 >

1 Entonces se acercaron las hijas de Zelofehad, hijo de Hefer, hijo de Galaad, hijo de Maquir, hijo de Manasés, de las familias de Manasés hijo de José. Estos son los nombres de sus hijas: Maala, Noa, Hogla, Milca y Tirsa.
καὶ προσελθοῦσαι αἱ θυγατέρες Σαλπααδ υἱοῦ Οφερ υἱοῦ Γαλααδ υἱοῦ Μαχιρ τοῦ δήμου Μανασση τῶν υἱῶν Ιωσηφ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα
2 Se presentaron ante Moisés, ante el sacerdote Eleazar y ante los príncipes y toda la congregación, a la puerta de la Tienda del Encuentro, diciendo:
καὶ στᾶσαι ἔναντι Μωυσῆ καὶ ἔναντι Ελεαζαρ τοῦ ἱερέως καὶ ἔναντι τῶν ἀρχόντων καὶ ἔναντι πάσης συναγωγῆς ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου λέγουσιν
3 “Nuestro padre murió en el desierto. No estaba entre la compañía de los que se agruparon contra Yahvé en compañía de Coré, sino que murió en su propio pecado. No tuvo hijos.
ὁ πατὴρ ἡμῶν ἀπέθανεν ἐν τῇ ἐρήμῳ καὶ αὐτὸς οὐκ ἦν ἐν μέσῳ τῆς συναγωγῆς τῆς ἐπισυστάσης ἔναντι κυρίου ἐν τῇ συναγωγῇ Κορε ὅτι διὰ ἁμαρτίαν αὐτοῦ ἀπέθανεν καὶ υἱοὶ οὐκ ἐγένοντο αὐτῷ
4 ¿Por qué se ha de quitar el nombre de nuestro padre de entre su familia, porque no tuvo hijo? Danos una posesión entre los hermanos de nuestro padre”.
μὴ ἐξαλειφθήτω τὸ ὄνομα τοῦ πατρὸς ἡμῶν ἐκ μέσου τοῦ δήμου αὐτοῦ ὅτι οὐκ ἔστιν αὐτῷ υἱός δότε ἡμῖν κατάσχεσιν ἐν μέσῳ ἀδελφῶν πατρὸς ἡμῶν
5 Moisés llevó su causa ante el Señor.
καὶ προσήγαγεν Μωυσῆς τὴν κρίσιν αὐτῶν ἔναντι κυρίου
6 Yahvé habló a Moisés, diciendo:
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
7 “Las hijas de Zelofehad hablan con razón. Ciertamente les darás posesión de una herencia entre los hermanos de su padre. Harás que la herencia de su padre pase a ellas.
ὀρθῶς θυγατέρες Σαλπααδ λελαλήκασιν δόμα δώσεις αὐταῖς κατάσχεσιν κληρονομίας ἐν μέσῳ ἀδελφῶν πατρὸς αὐτῶν καὶ περιθήσεις τὸν κλῆρον τοῦ πατρὸς αὐτῶν αὐταῖς
8 Hablarás a los hijos de Israel diciendo: “Si un hombre muere y no tiene hijo, harás que su herencia pase a su hija.
καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων ἄνθρωπος ἐὰν ἀποθάνῃ καὶ υἱὸς μὴ ᾖ αὐτῷ περιθήσετε τὴν κληρονομίαν αὐτοῦ τῇ θυγατρὶ αὐτοῦ
9 Si no tiene hija, darás su herencia a sus hermanos.
ἐὰν δὲ μὴ ᾖ θυγάτηρ αὐτῷ δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ αὐτοῦ
10 Si no tiene hermanos, darás su herencia a los hermanos de su padre.
ἐὰν δὲ μὴ ὦσιν αὐτῷ ἀδελφοί δώσετε τὴν κληρονομίαν τῷ ἀδελφῷ τοῦ πατρὸς αὐτοῦ
11 Si su padre no tiene hermanos, entonces darás su herencia a su pariente más cercano de su familia, y él la poseerá. Esto será un estatuto y una ordenanza para los hijos de Israel, como Yahvé le ordenó a Moisés”.
ἐὰν δὲ μὴ ὦσιν ἀδελφοὶ τοῦ πατρὸς αὐτοῦ δώσετε τὴν κληρονομίαν τῷ οἰκείῳ τῷ ἔγγιστα αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ κληρονομήσει τὰ αὐτοῦ καὶ ἔσται τοῦτο τοῖς υἱοῖς Ισραηλ δικαίωμα κρίσεως καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
12 Yahvé dijo a Moisés: “Sube a este monte de Abarim y ve la tierra que he dado a los hijos de Israel.
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἀνάβηθι εἰς τὸ ὄρος τὸ ἐν τῷ πέραν τοῦτο ὄρος Ναβαυ καὶ ἰδὲ τὴν γῆν Χανααν ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ισραηλ ἐν κατασχέσει
13 Cuando la hayas visto, tú también serás reunido con tu pueblo, como fue reunido tu hermano Aarón;
καὶ ὄψει αὐτὴν καὶ προστεθήσῃ πρὸς τὸν λαόν σου καὶ σύ καθὰ προσετέθη Ααρων ὁ ἀδελφός σου ἐν Ωρ τῷ ὄρει
14 porque en la contienda de la congregación, te rebelaste contra mi palabra en el desierto de Zin, para honrarme como santo en las aguas ante sus ojos.” (Estas son las aguas de Meriba de Cades en el desierto de Zin).
διότι παρέβητε τὸ ῥῆμά μου ἐν τῇ ἐρήμῳ Σιν ἐν τῷ ἀντιπίπτειν τὴν συναγωγὴν ἁγιάσαι με οὐχ ἡγιάσατέ με ἐπὶ τῷ ὕδατι ἔναντι αὐτῶν τοῦτό ἐστιν ὕδωρ ἀντιλογίας Καδης ἐν τῇ ἐρήμῳ Σιν
15 Moisés habló a Yahvé, diciendo:
καὶ εἶπεν Μωυσῆς πρὸς κύριον
16 “Que Yahvé, el Dios de los espíritus de toda carne, designe a un hombre sobre la congregación,
ἐπισκεψάσθω κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης
17 que salga delante de ellos, y que entre delante de ellos, y que los conduzca fuera, y que los haga entrar, para que la congregación de Yahvé no sea como ovejas que no tienen pastor.”
ὅστις ἐξελεύσεται πρὸ προσώπου αὐτῶν καὶ ὅστις εἰσελεύσεται πρὸ προσώπου αὐτῶν καὶ ὅστις ἐξάξει αὐτοὺς καὶ ὅστις εἰσάξει αὐτούς καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα οἷς οὐκ ἔστιν ποιμήν
18 El Señor dijo a Moisés: “Toma a Josué, hijo de Nun, un hombre en el que está el Espíritu, y pon tu mano sobre él.
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων λαβὲ πρὸς σεαυτὸν τὸν Ἰησοῦν υἱὸν Ναυη ἄνθρωπον ὃς ἔχει πνεῦμα ἐν ἑαυτῷ καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπ’ αὐτὸν
19 Ponlo delante del sacerdote Eleazar y de toda la congregación, y encárgalo ante ellos.
καὶ στήσεις αὐτὸν ἔναντι Ελεαζαρ τοῦ ἱερέως καὶ ἐντελῇ αὐτῷ ἔναντι πάσης συναγωγῆς καὶ ἐντελῇ περὶ αὐτοῦ ἐναντίον αὐτῶν
20 Le darás autoridad, para que toda la congregación de los hijos de Israel obedezca.
καὶ δώσεις τῆς δόξης σου ἐπ’ αὐτόν ὅπως ἂν εἰσακούσωσιν αὐτοῦ οἱ υἱοὶ Ισραηλ
21 Se presentará ante el sacerdote Eleazar, quien preguntará por él con el juicio del Urim ante Yahvé. A su palabra saldrán, y a su palabra entrarán, él y todos los hijos de Israel con él, toda la congregación.”
καὶ ἔναντι Ελεαζαρ τοῦ ἱερέως στήσεται καὶ ἐπερωτήσουσιν αὐτὸν τὴν κρίσιν τῶν δήλων ἔναντι κυρίου ἐπὶ τῷ στόματι αὐτοῦ ἐξελεύσονται καὶ ἐπὶ τῷ στόματι αὐτοῦ εἰσελεύσονται αὐτὸς καὶ οἱ υἱοὶ Ισραηλ ὁμοθυμαδὸν καὶ πᾶσα ἡ συναγωγή
22 Moisés hizo lo que el Señor le había ordenado. Tomó a Josué y lo presentó ante el sacerdote Eleazar y ante toda la congregación.
καὶ ἐποίησεν Μωυσῆς καθὰ ἐνετείλατο αὐτῷ κύριος καὶ λαβὼν τὸν Ἰησοῦν ἔστησεν αὐτὸν ἐναντίον Ελεαζαρ τοῦ ἱερέως καὶ ἔναντι πάσης συναγωγῆς
23 Le impuso las manos y lo comisionó, tal como Yahvé habló por medio de Moisés.
καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτοῦ ἐπ’ αὐτὸν καὶ συνέστησεν αὐτόν καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ

< Números 27 >