< Jeremías 41 >

1 En el mes séptimo, Ismael hijo de Netanías, hijo de Elisama, de la estirpe real y uno de los principales funcionarios del rey, y diez hombres con él, vinieron a Gedalías hijo de Ajicam a Mizpa, y allí comieron juntos el pan en Mizpa.
ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα λέγων
2 Entonces se levantó Ismael hijo de Netanías, y los diez hombres que estaban con él, e hirieron con la espada a Gedalías hijo de Ajicam, hijo de Safán, y lo mataron, a quien el rey de Babilonia había nombrado gobernador del país.
οὕτως εἶπεν κύριος βάδισον πρὸς Σεδεκιαν βασιλέα Ιουδα καὶ ἐρεῖς αὐτῷ οὕτως εἶπεν κύριος παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί
3 Ismael también mató a todos los judíos que estaban con Gedalías en Mizpa, y a los hombres de guerra caldeos que se encontraban allí.
καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήμψει συλλημφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ καὶ οἱ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ
4 El segundo día después de haber matado a Gedalías, y sin que nadie lo supiera,
ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου Σεδεκια βασιλεῦ Ιουδα οὕτως λέγει κύριος
5 vinieron hombres de Siquem, de Silo y de Samaria, hasta ochenta hombres, con las barbas afeitadas y las ropas rasgadas y cortadas, con ofrendas de harina e incienso en la mano, para llevarlos a la casa de Yahvé.
ἐν εἰρήνῃ ἀποθανῇ καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου κλαύσονται καὶ σὲ καὶ ὦ αδων κόψονταί σε ὅτι λόγον ἐγὼ ἐλάλησα εἶπεν κύριος
6 Ismael, hijo de Netanías, salió de Mizpa a recibirlos, llorando a su paso, y al encontrarlos les dijo: “Vengan a Gedalías, hijo de Ajicam.”
καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ
7 Cuando llegaron al centro de la ciudad, Ismael, hijo de Netanías, los mató y los arrojó en medio del pozo, a él y a los hombres que estaban con él.
καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα ἐπὶ Λαχις καὶ ἐπὶ Αζηκα ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ιουδα πόλεις ὀχυραί
8 Pero se encontraron diez hombres entre los que dijeron a Ismael: “No nos mates, porque tenemos reservas escondidas en el campo, de trigo, de cebada, de aceite y de miel.” Así que se detuvo, y no los mató entre sus hermanos.
ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν
9 Ahora bien, la fosa en la que Ismael arrojó todos los cadáveres de los hombres que había matado, junto a Gedalías (ésta era la que el rey Asa había hecho por temor a Baasa, rey de Israel), Ismael, hijo de Netanías, la llenó con los muertos.
τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ τὸν Εβραῖον καὶ τὴν Εβραίαν ἐλευθέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ιουδα
10 Entonces Ismael llevó cautivo a todo el pueblo que había quedado en Mizpa, a las hijas del rey y a todo el pueblo que había quedado en Mizpa, que Nabuzaradán, capitán de la guardia, había confiado a Gedalías, hijo de Ajicam. Ismael, hijo de Netanías, los llevó cautivos, y partió para pasar a los hijos de Amón.
καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ
11 Pero cuando Johanán hijo de Carea, y todos los capitanes de las fuerzas que estaban con él, oyeron todo el mal que había hecho Ismael hijo de Netanías,
καὶ ἔωσαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας
12 entonces tomaron a todos los hombres y fueron a pelear con Ismael hijo de Netanías, y lo encontraron junto a las grandes aguas que están en Gabaón.
καὶ ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
13 Cuando todo el pueblo que estaba con Ismael vio a Johanán hijo de Carea y a todos los capitanes de las fuerzas que estaban con él, se alegraron.
οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας λέγων
14 Así que todo el pueblo que Ismael había llevado cautivo desde Mizpa se dio la vuelta y regresó, y se fue con Johanán hijo de Carea.
ὅταν πληρωθῇ ἓξ ἔτη ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Εβραῖον ὃς πραθήσεταί σοι καὶ ἐργᾶταί σοι ἓξ ἔτη καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν
15 Pero Ismael hijo de Netanías escapó de Johanán con ocho hombres, y se fue con los hijos de Amón.
καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ’ αὐτῷ
16 Entonces Johanán hijo de Carea y todos los capitanes de las fuerzas que estaban con él tomaron todo el remanente del pueblo que había recuperado de Ismael hijo de Netanías, desde Mizpa, después de haber matado a Gedalías hijo de Ajicam: los hombres de guerra, con las mujeres, los niños y los eunucos, que había traído de Gabaón.
καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν ὑμῖν εἰς παῖδας καὶ παιδίσκας
17 Partieron y vivieron en Geruth Chimham, que está junto a Belén, para ir a entrar en Egipto
διὰ τοῦτο οὕτως εἶπεν κύριος ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς
18 a causa de los caldeos, pues tenían miedo de ellos, porque Ismael hijo de Netanías había matado a Gedalías hijo de Ajicam, a quien el rey de Babilonia puso como gobernador del país.
καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου τοὺς μὴ στήσαντας τὴν διαθήκην μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ
τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν
καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς
καὶ τὸν Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ’ αὐτῶν
ἰδοὺ ἐγὼ συντάσσω φησὶν κύριος καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην καὶ πολεμήσουσιν ἐπ’ αὐτὴν καὶ λήμψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ιουδα καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ κατοικούντων

< Jeremías 41 >