< Luki 4 >

1 Isus pak pun Duha svetoga vrati se od Jordana, i odvede ga Duh u pustinju,
Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ
2 I èetrdeset dana kuša ga ðavo, i ne jede ništa za to dana; i kad se oni navršiše, onda ogladnje,
ἡμέρας τεσσεράκοντα, πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν.
3 I reèe mu ðavo: ako si sin Božij, reci ovome kamenu da postane hljeb.
εἶπεν δὲ αὐτῷ ὁ διάβολος, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.
4 I odgovori mu Isus govoreæi: u pismu stoji: neæe življeti èovjek o samom hljebu, nego o svakoj rijeèi Božijoj.
καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ Ἰησοῦς, Γέγραπται ὅτι Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, [ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι θεοῦ].
5 I izvedavši ga ðavo na goru visoku pokaza mu sva carstva ovoga svijeta u trenuæu oka,
Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·
6 I reèe mu ðavo: tebi æu dati svu vlast ovu i slavu njihovu, jer je meni predana, i kome ja hoæu daæu je;
καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἂν θέλω δίδωμι αὐτήν·
7 Ti dakle ako se pokloniš preda mnom biæe sve tvoje.
σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.
8 I odgovarajuæi Isus reèe mu: idi od mene, sotono; u pismu stoji: poklanjaj se Gospodu Bogu svojemu, i njemu jedinome služi.
καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς, Γέγραπται· κύριον τὸν θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.
9 I odvede ga u Jerusalim, i postavi ga navrh crkve, i reèe mu: ako si sin Božij, skoèi odavde dolje;
Ἤγαγεν δὲ αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἔστησεν [αὐτὸν] ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·
10 Jer u pismu stoji da æe anðelima svojijem zapovjediti za tebe da te saèuvaju,
γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε,
11 I uzeæe te na ruke da gdje ne zapneš za kamen nogom svojom.
καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσίν σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
12 I odgovarajuæi Isus reèe mu: kazano je: ne kušaj Gospoda Boga svojega.
καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται, Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
13 I kad svrši ðavo sve kušanje, otide od njega za neko vrijeme.
Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ.
14 I vrati se Isus u sili duhovnoj u Galileju; i otide glas o njemu po svemu onom kraju.
Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν, καὶ φήμη ἐξῆλθεν καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ·
15 I on uèaše po zbornicama njihovijem, i svi ga hvaljahu.
καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
16 I doðe u Nazaret gdje bješe odrastao, i uðe po obièaju svome u dan subotni u zbornicu, i ustade da èita.
Καὶ ἦλθεν εἰς Ναζαρέτ, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.
17 I daše mu knjigu proroka Isaije, i otvorivši knjigu naðe mjesto gdje bješe napisano:
καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἡσαΐου· καὶ ἀνοίξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον,
18 Duh je Gospodnji na meni; zato me pomaza da javim jevanðelje siromasima; posla me da iscijelim skrušene u srcu; da propovjedim zarobljenima da æe se otpustiti, i slijepima da æe progledati; da otpustim sužnje;
Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,
19 I da propovijedam prijatnu godinu Gospodnju.
κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν.
20 I zatvorivši knjigu dade sluzi, pa sjede: i svi u zbornici gledahu na nj.
Καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν, καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ.
21 I poèe im govoriti: danas se izvrši ovo pismo u ušima vašima.
ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.
22 I svi mu svjedoèahu, i divljahu se rijeèima blagodati koje izlažahu iz usta njegovijeh, i govorahu: nije li ovo sin Josifov?
καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον, Οὐχὶ οὗτός ἐστιν [ὁ] υἱὸς Ἰωσήφ;
23 I reèe im: vi æete meni bez sumnje kazati ovu prièu: ljekaru! izlijeèi se sam; što smo èuli da si èinio u Kapernaumu uèini i ovdje na svojoj postojbini.
καὶ εἶπεν πρὸς αὐτούς, Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, Ἰατρὲ θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα εἰς Καφαρναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
24 Reèe pak: zaista vam kažem: nikakav prorok nije mio na svojoj postojbini.
εἶπεν δέ, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
25 A zaista vam kažem: mnoge udovice bijahu u Izrailju u vrijeme Ilijno kad se nebo zatvori tri godine i šest mjeseci i bi velika glad po svoj zemlji;
ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἡλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·
26 I ni k jednoj od njih ne bi poslan Ilija do u Sareptu Sidonsku k ženi udovici.
καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἡλίας, εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυ ναῖκα χήραν.
27 I mnogi bijahu gubavi u Izrailju za proroka Jelisija; i nijedan se od njih ne oèisti do Neemana Sirijanina.
καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου· καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος.
28 I svi se u zbornici napuniše gnjeva kad èuše ovo.
καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα·
29 I ustavši istjeraše ga napolje iz grada, i odvedoše ga navrh gore gdje bijaše njihov grad sazidan da bi ga bacili odozgo.
καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν·
30 Ali on proðe izmeðu njih, i otide.
αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
31 I doðe u Kapernaum grad Galilejski, i uèaše ih u subote.
Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας· καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν·
32 I èuðahu se nauci njegovoj; jer njegova besjeda bješe silna.
καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.
33 I u zbornici bješe èovjek u kome bješe neèisti duh ðavolski, i povika iza glasa
καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ
34 Govoreæi: proði se, šta je tebi do nas, Isuse Nazareæanine? Došao si da nas pogubiš? Znam te ko si, svetac Božij.
[λέγων], Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.
35 I zaprijeti mu Isus govoreæi: umukni, i iziði iz njega. I oborivši ga ðavo na srijedu, iziðe iz njega, i nimalo mu ne naudi.
καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων, Φιμώθητι καὶ ἔξελθε ἀπ᾽ αὐτοῦ. καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον, ἐξῆλθεν ἀπ᾽ αὐτοῦ μηδὲν βλάψαν αὐτόν.
36 I u sve uðe strah, i govorahu jedan drugome govoreæi: kakva je to rijeè, da vlašæu i silom zapovijeda neèistijem duhovima, i izlaze?
καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες, Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;
37 I otide glas o njemu po svima okolnijem mjestima.
καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
38 Ustavši pak iz zbornice doðe u kuæu Simonovu; a taštu Simonovu bješe uhvatila velika groznica, i moliše ga za nju.
Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος· πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.
39 I stavši više nje zaprijeti groznici, i pusti je. I odmah ustade i služaše im.
καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.
40 A kad zahoðaše sunce, svi koji imadijahu bolesnike od razliènijeh bolesti dovoðahu ih k njemu; a on na svakoga od njih metaše ruke, i iscjeljivaše ih.
Δύνοντος δὲ τοῦ ἡλίου πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς.
41 A i ðavoli izlažahu iz mnogijeh vièuæi i govoreæi: ti si Hristos sin Božij. I zapreæivaše im da ne govore da znadu da je on Hristos.
ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν κράζοντα, καὶ λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.
42 A kad nasta dan, iziðe i otide u pusto mjesto; i narod ga tražaše, i doðe k njemu, i zadržavahu ga da ne ide od njih.
Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν· καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾽ αὐτῶν.
43 A on im reèe: i drugijem gradovima treba mi propovjediti jevanðelje o carstvu Božijemu; jer sam na to poslan.
ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ἐπὶ τοῦτο ἀπεστάλην.
44 I propovijedaše po zbornicama Galilejskijem.
Καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς τῆς Γαλιλαίας.

< Luki 4 >