< رومیان 1 >

پولس، غلام عیسی مسیح و رسول خوانده شده و جدا نموده شده برای انجیل خدا، ۱ 1
Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ,
که سابق وعده آن را داده بود به وساطت انبیای خود در کتب مقدسه، ۲ 2
ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις
درباره پسر خود که بحسب جسم از نسل داود متولد شد، ۳ 3
περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυεὶδ κατὰ σάρκα,
و بحسب روح قدوسیت پسر خدا به قوت معروف گردید ازقیامت مردگان یعنی خداوند ما عیسی مسیح، ۴ 4
τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν,
که به او فیض و رسالت را یافتیم برای اطاعت ایمان در جمیع امت‌ها به‌خاطر اسم او، ۵ 5
δι’ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
که درمیان ایشان شما نیز خوانده شده عیسی مسیح هستید ۶ 6
ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ,
به همه که در روم محبوب خدا و خوانده شده و مقدسید، فیض و سلامتی از جانب پدر ما خدا و عیسی مسیح خداوند بر شما باد. ۷ 7
πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
اول شکر می‌کنم خدای خود را به وساطت عیسی مسیح درباره همگی شما که ایمان شما درتمام عالم شهرت یافته است؛ ۸ 8
Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
زیرا خدایی که اورا به روح خود در انجیل پسرش خدمت می‌کنم، مرا شاهد است که چگونه پیوسته شما را یادمی کنم، ۹ 9
μάρτυς γάρ μού ἐστιν ὁ Θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι
و دائم در دعاهای خود مسالت می‌کنم که شاید الان آخر به اراده خدا سعادت یافته، نزد شما بیایم. ۱۰ 10
πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.
زیرا بسیار اشتیاق دارم که شما را ببینم تا نعمتی روحانی به شما برسانم که شما استوار بگردید، ۱۱ 11
ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς,
یعنی تا در میان شماتسلی یابیم از ایمان یکدیگر، ایمان من و ایمان شما. ۱۲ 12
τοῦτο δέ ἐστιν συνπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.
لکن‌ای برادران، نمی خواهم که شمابی خبر باشید از اینکه مکرر اراده آمدن نزد شماکردم و تا به حال ممنوع شدم تا ثمری حاصل کنم در میان شما نیز چنانکه در سایر امت‌ها. ۱۳ 13
οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.
زیرا که یونانیان و بربریان و حکما و جهلا راهم مدیونم. ۱۴ 14
Ἕλλησίν τε καὶ Βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί·
پس همچنین بقدر طاقت خودمستعدم که شما را نیز که در روم هستید بشارت دهم. ۱۵ 15
οὕτως τὸ κατ’ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
زیرا که از انجیل مسیح عار ندارم چونکه قوت خداست، برای نجات هر کس که ایمان آورد، اول یهود و پس یونانی، ۱۶ 16
οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
که در آن عدالت خدا مکشوف می‌شود، از ایمان تا ایمان، چنانکه مکتوب است که عادل به ایمان زیست خواهد نمود. ۱۷ 17
δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
زیرا غضب خدا از آسمان مکشوف می‌شود بر هر بی‌دینی و ناراستی مردمانی که راستی را در ناراستی باز می‌دارند. ۱۸ 18
Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,
چونکه آنچه از خدا می‌توان شناخت، در ایشان ظاهراست زیرا خدا آن را بر ایشان ظاهر کرده است. ۱۹ 19
διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν.
زیرا که چیزهای نادیده او یعنی قوت سرمدی و الوهیتش از حین آفرینش عالم بوسیله کارهای او فهمیده و دیده می‌شود تا ایشان را عذری نباشد. (aïdios g126) ۲۰ 20
τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, (aïdios g126)
زیرا هر‌چند خدا را شناختند، ولی اورا چون خدا تمجید و شکر نکردند بلکه درخیالات خود باطل گردیده، دل بی‌فهم ایشان تاریک گشت. ۲۱ 21
διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλὰ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.
ادعای حکمت می‌کردند واحمق گردیدند. ۲۲ 22
φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν,
و جلال خدای غیرفانی را به شبیه صورت انسان فانی و طیور و بهایم وحشرات تبدیل نمودند. ۲۳ 23
καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
لهذا خدا نیز ایشان رادر شهوات دل خودشان به ناپاکی تسلیم فرمود تادر میان خود بدنهای خویش را خوار سازند، ۲۴ 24
Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς,
که ایشان حق خدا را به دروغ مبدل کردند وعبادت و خدمت نمودند مخلوق را به عوض خالقی که تا ابدالاباد متبارک است. آمین. (aiōn g165) ۲۵ 25
οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. (aiōn g165)
از این سبب خدا ایشان را به هوسهای خباثت تسلیم نمود، به نوعی که زنانشان نیز عمل طبیعی را به آنچه خلاف طبیعت است تبدیل نمودند. ۲۶ 26
Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν,
و همچنین مردان هم استعمال طبیعی زنان را ترک کرده، از شهوات خود با یکدیگرسوختند. مرد با مرد مرتکب اعمال زشت شده، عقوبت سزاوار تقصیر خود را در خود یافتند. ۲۷ 27
ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
و چون روا نداشتند که خدا را در دانش خودنگاه دارند، خدا ایشان را به ذهن مردود واگذاشت تا کارهای ناشایسته به‌جا آورند. ۲۸ 28
Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,
مملو از هرنوع ناراستی و شرارت و طمع و خباثت؛ پر ازحسد و قتل و جدال و مکر و بدخویی؛ ۲۹ 29
πεπληρωμένους πάσῃ ἀδικίᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας, ψιθυριστάς,
غمازان و غیبت کنندگان و دشمنان خدا و اهانت کنندگان و متکبران و لافزنان و مبدعان شر و نامطیعان والدین؛ ۳۰ 30
καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,
بی‌فهم و بی‌وفا و بی‌الفت و بی‌رحم. ۳۱ 31
ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήμονας·
زیرا هر‌چند انصاف خدا را می‌دانند که کنندگان چنین کارها مستوجب موت هستند، نه فقط آنها را می‌کنند بلکه کنندگان را نیز خوش می‌دارند. ۳۲ 32
οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.

< رومیان 1 >