< یهودا 1 >

یهودا، غلام عیسی مسیح و برادر یعقوب، به خوانده‌شدگانی که در خدای پدر حبیب وبرای عیسی مسیح محفوظ می‌باشید. ۱ 1
Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ πατρὶ ἡγιασμένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις, κλητοῖς·
رحمت و سلامتی و محبت بر شما افزون باد. ۲ 2
ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
‌ای حبیبان، چون شوق تمام داشتم که درباره نجات عام به شما بنویسم، ناچار شدم که الان به شما بنویسم و نصیحت دهم تا شما مجاهده کنیدبرای آن ایمانی که یک بار به مقدسین سپرده شد. ۳ 3
Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
زیرا که بعضی اشخاص در خفا درآمده‌اند که ازقدیم برای این قصاص مقرر شده بودند؛ مردمان بی‌دین که فیض خدای ما را به فجور تبدیل نموده و عیسی مسیح آقای واحد و خداوند ما را انکارکرده‌اند. ۴ 4
Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον δεσπότην Θεὸν καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
پس می‌خواهم شما را یاد دهم، هرچند همه‌چیز را دفعه می‌دانید که بعد از آنکه خداوند، قوم را از زمین مصر رهایی بخشیده بود، بار دیگربی ایمانان را هلاک فرمود. ۵ 5
Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος, λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.
و فرشتگانی را که ریاست خود را حفظ نکردند بلکه مسکن حقیقی خود را ترک نمودند، در زنجیرهای ابدی درتحت ظلمت بجهت قصاص یوم عظیم نگاه داشته است. (aïdios g126) ۶ 6
Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. (aïdios g126)
و همچنین سدوم و غموره و سایربلدان نواحی آنها مثل ایشان چونکه زناکار شدند و در‌پی بشر دیگر افتادند، در عقوبت آتش ابدی گرفتار شده، بجهت عبرت مقرر شدند. (aiōnios g166) ۷ 7
Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. (aiōnios g166)
لیکن باوجود این، همه این خواب بینندگان نیز جسد خود را نجس می‌سازند و خداوندی راخوار می‌شمارند و بر بزرگان تهمت می‌زنند. ۸ 8
Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν.
امامیکائیل، رئیس ملائکه، چون درباره جسدموسی با ابلیس منازعه می‌کرد، جرات ننمود که حکم افترا بر او بزند بلکه گفت: «خداوند تو راتوبیخ فرماید.» ۹ 9
Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾽ εἶπεν, Ἐπιτιμήσαι σοι Κύριος.
لکن این اشخاص بر آنچه نمی دانند افتراء می‌زنند و در آنچه مثل حیوان غیرناطق بالطبع فهمیده‌اند، خود را فاسدمی سازند. ۱۰ 10
Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῷα, ἐπίστανται, ἐν τούτοις φθείρονται.
وای بر ایشان زیرا که به راه قائن رفته‌اند ودر گمراهی بلعام بجهت اجرت غرق شده‌اند و درمشاجرت قورح هلاک گشته‌اند. ۱۱ 11
Οὐαὶ αὐτοῖς· ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.
اینها درضیافت های محبتانه شما صخره‌ها هستند چون با شما شادی می‌کنند، و شبانانی که خویشتن رابی خوف می‌پرورند و ابرهای بی‌آب از بادهارانده شده و در ختان صیفی بی‌میوه، دوباره مرده و از ریشه‌کنده شده، ۱۲ 12
Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων παραφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα·
و امواج جوشیده دریا که رسوایی خود را مثل کف برمی آورند و ستارگان آواره هستند که برای ایشان تاریکی ظلمت جاودانی مقرر است. (aiōn g165) ۱۳ 13
κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. (aiōn g165)
لکن خنوخ که هفتم ازآدم بود، درباره همین اشخاص خبر داده، گفت: «اینک خداوند با هزاران هزار از مقدسین خود یهودا آمد ۱۴ 14
Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνώχ, λέγων, Ἰδού, ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ,
تا برهمه داوری نماید و جمیع بی‌دینان راملزم سازد، بر همه کارهای بی‌دینی که ایشان کردند و برتمامی سخنان زشت که گناهکاران بی‌دین به خلاف او گفتند.» ۱۵ 15
ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
اینانند همهمه‌کنان و گله‌مندان که برحسب شهوات خود سلوک می‌نمایند و به زبان خود سخنان تکبرآمیزمی گویند و صورتهای مردم را بجهت سودمی پسندند. ۱۶ 16
Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
اما شما‌ای حبیبان، بخاطر آورید آن سخنانی که رسولان خداوند ما عیسی مسیح پیش گفته‌اند، ۱۷ 17
Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
چون به شما خبر دادند که در زمان آخر مستهزئین خواهند آمد که برحسب شهوات بی‌دینی خود رفتار خواهند کرد. ۱۸ 18
ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
اینانند که تفرقه‌ها پیدا می‌کنند و نفسانی هستند که روح را ندارند. ۱۹ 19
Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
اما شما‌ای حبیبان، خود را به ایمان اقدس خود بنا کرده و در روح‌القدس عبادت نموده، ۲۰ 20
Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι,
خویشتن را در محبت خدا محفوظ دارید ومنتظر رحمت خداوند ما عیسی مسیح برای حیات جاودانی بوده باشید. (aiōnios g166) ۲۱ 21
ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. (aiōnios g166)
و بعضی را که مجادله می‌کنند ملزم سازید. ۲۲ 22
Καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι·
و بعضی را ازآتش بیرون کشیده، برهانید و بر بعضی با خوف رحمت کنید و از لباس جسم آلود نفرت نمایید. ۲۳ 23
οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
الان او را که قادر است که شما را از لغزش محفوظ دارد و در حضور جلال خود شما رابی عیب به فرحی عظیم قایم فرماید، ۲۴ 24
Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
یعنی خدای واحد و نجات‌دهنده ما را جلال و عظمت و توانایی و قدرت باد الان و تا ابدالاباد. آمین. (aiōn g165) ۲۵ 25
μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν. (aiōn g165)

< یهودا 1 >