< عزرا 9 >

و بعد از تمام شدن این وقایع، سروران نزدمن آمده، گفتند: «قوم اسرائیل و کاهنان ولاویان خویشتن را از امت های کشورها جدانکرده‌اند بلکه موافق رجاسات ایشان، یعنی کنعانیان و حتیان و فرزیان و یبوسیان و عمونیان وموآبیان و مصریان و اموریان (رفتار نموده اند). ۱ 1
καὶ ὡς ἐτελέσθη ταῦτα ἤγγισαν πρός με οἱ ἄρχοντες λέγοντες οὐκ ἐχωρίσθη ὁ λαὸς Ισραηλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἀπὸ λαῶν τῶν γαιῶν ἐν μακρύμμασιν αὐτῶν τῷ Χανανι ὁ Εθι ὁ Φερεζι ὁ Ιεβουσι ὁ Αμμωνι ὁ Μωαβι ὁ Μοσερι καὶ ὁ Αμορι
زیرا که از دختران ایشان برای خود و پسران خویش زنان گرفته و ذریت مقدس را با امت های کشورها مخلوط کرده‌اند و دست روسا و حاکمان در این خیانت مقدم بوده است.» ۲ 2
ὅτι ἐλάβοσαν ἀπὸ θυγατέρων αὐτῶν ἑαυτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν καὶ παρήχθη σπέρμα τὸ ἅγιον ἐν λαοῖς τῶν γαιῶν καὶ χεὶρ τῶν ἀρχόντων ἐν τῇ ἀσυνθεσίᾳ ταύτῃ ἐν ἀρχῇ
پس چون این سخن را شنیدم، جامه و ردای خود را چاک زدم و موی سر و ریش خود را کندم و متحیر نشستم. ۳ 3
καὶ ὡς ἤκουσα τὸν λόγον τοῦτον διέρρηξα τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην καὶ ἔτιλλον ἀπὸ τῶν τριχῶν τῆς κεφαλῆς μου καὶ ἀπὸ τοῦ πώγωνός μου καὶ ἐκαθήμην ἠρεμάζων
آنگاه، همه آنانی که به‌سبب این عصیان اسیران، از کلام خدای اسرائیل می‌ترسیدند، نزد من جمع شدند و من تا وقت هدیه شام، متحیر نشستم. ۴ 4
καὶ συνήχθησαν πρός με πᾶς ὁ διώκων λόγον θεοῦ Ισραηλ ἐπὶ ἀσυνθεσίᾳ τῆς ἀποικίας καὶ ἐγὼ καθήμενος ἠρεμάζων ἕως τῆς θυσίας τῆς ἑσπερινῆς
و در وقت هدیه شام، از تذلل خود برخاستم وبا لباس و ردای دریده، به زانو درآمدم و دست خود را بسوی یهوه خدای خویش برافراشتم. ۵ 5
καὶ ἐν θυσίᾳ τῇ ἑσπερινῇ ἀνέστην ἀπὸ ταπεινώσεώς μου καὶ ἐν τῷ διαρρῆξαί με τὰ ἱμάτιά μου καὶ ἐπαλλόμην καὶ κλίνω ἐπὶ τὰ γόνατά μου καὶ ἐκπετάζω τὰς χεῖράς μου πρὸς κύριον τὸν θεὸν
و گفتم: «ای خدای من، خجالت دارم و از بلند کردن روی خود بسوی توای خدایم شرم دارم، زیرا گناهان ما بالای سر مازیاده شده، و تقصیرهای ما تا به آسمان عظیم گردیده است. ۶ 6
καὶ εἶπα κύριε ᾐσχύνθην καὶ ἐνετράπην τοῦ ὑψῶσαι τὸ πρόσωπόν μου πρὸς σέ ὅτι αἱ ἀνομίαι ἡμῶν ἐπληθύνθησαν ὑπὲρ κεφαλῆς ἡμῶν καὶ αἱ πλημμέλειαι ἡμῶν ἐμεγαλύνθησαν ἕως εἰς οὐρανόν
ما از ایام پدران خود تا امروزمرتکب تقصیرهای عظیم شده‌ایم و ما وپادشاهان و کاهنان ما به‌سبب گناهان خویش، به‌دست پادشاهان کشورها به شمشیر و اسیری وتاراج و رسوایی تسلیم گردیده‌ایم، چنانکه امروزشده است. ۷ 7
ἀπὸ ἡμερῶν πατέρων ἡμῶν ἐσμεν ἐν πλημμελείᾳ μεγάλῃ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν ταῖς ἀνομίαις ἡμῶν παρεδόθημεν ἡμεῖς καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν ἐν χειρὶ βασιλέων τῶν ἐθνῶν ἐν ῥομφαίᾳ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ καὶ ἐν αἰσχύνῃ προσώπου ἡμῶν ὡς ἡ ἡμέρα αὕτη
و حال اندک زمانی لطف از جانب یهوه خدای ما بر ما ظاهر شده، مفری برای ماواگذاشته است و ما را در مکان مقدس خودمیخی عطا فرموده است و خدای ما چشمان ما راروشن ساخته، اندک حیات تازه‌ای در حین بندگی ما به ما بخشیده است. ۸ 8
καὶ νῦν ἐπιεικεύσατο ἡμῖν κύριος ὁ θεὸς ἡμῶν τοῦ καταλιπεῖν ἡμῖν εἰς σωτηρίαν καὶ δοῦναι ἡμῖν στήριγμα ἐν τόπῳ ἁγιάσματος αὐτοῦ τοῦ φωτίσαι ὀφθαλμοὺς ἡμῶν καὶ δοῦναι ζωοποίησιν μικρὰν ἐν τῇ δουλείᾳ ἡμῶν
زیرا که ما بندگانیم، لیکن خدای ما، ما را در حالت بندگی ترک نکرده است، بلکه ما را منظور پادشاهان فارس گردانیده، حیات تازه به ما بخشیده است تا خانه خدای خود را بنانماییم و خرابیهای آن را تعمیر کنیم و ما را دریهودا و اورشلیم قلعه‌ای بخشیده است. ۹ 9
ὅτι δοῦλοί ἐσμεν καὶ ἐν τῇ δουλείᾳ ἡμῶν οὐκ ἐγκατέλιπεν ἡμᾶς κύριος ὁ θεὸς ἡμῶν καὶ ἔκλινεν ἐφ’ ἡμᾶς ἔλεος ἐνώπιον βασιλέων Περσῶν δοῦναι ἡμῖν ζωοποίησιν τοῦ ὑψῶσαι αὐτοὺς τὸν οἶκον τοῦ θεοῦ ἡμῶν καὶ ἀναστῆσαι τὰ ἔρημα αὐτῆς καὶ τοῦ δοῦναι ἡμῖν φραγμὸν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ
وحال‌ای خدای ما بعد از این چه گوییم، زیرا که اوامر تو را ترک نموده‌ایم. ۱۰ 10
τί εἴπωμεν ὁ θεὸς ἡμῶν μετὰ τοῦτο ὅτι ἐγκατελίπομεν ἐντολάς σου
که آنها را به‌دست بندگان خود انبیا امر فرموده و گفته‌ای که آن زمینی که شما برای تصرف آن می‌روید، زمینی است که از نجاسات امت های کشورها نجس شده است و آن را به رجاسات و نجاسات خویش، از سر تا سر مملو ساخته‌اند. ۱۱ 11
ἃς ἔδωκας ἡμῖν ἐν χειρὶ δούλων σου τῶν προφητῶν λέγων ἡ γῆ εἰς ἣν εἰσπορεύεσθε κληρονομῆσαι αὐτήν γῆ μετακινουμένη ἐστὶν ἐν μετακινήσει λαῶν τῶν ἐθνῶν ἐν μακρύμμασιν αὐτῶν ὧν ἔπλησαν αὐτὴν ἀπὸ στόματος ἐπὶ στόμα ἐν ἀκαθαρσίαις αὐτῶν
پس الان، دختران خود را به پسران ایشان مدهید ودختران ایشان را برای پسران خود مگیرید و سلامتی و سعادتمندی ایشان را تا به ابد مطلبید تاقوی شوید و نیکویی آن زمین را بخورید و آن رابرای پسران خود به ارثیت ابدی واگذارید. ۱۲ 12
καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ δῶτε τοῖς υἱοῖς αὐτῶν καὶ ἀπὸ τῶν θυγατέρων αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν καὶ οὐκ ἐκζητήσετε εἰρήνην αὐτῶν καὶ ἀγαθὸν αὐτῶν ἕως αἰῶνος ὅπως ἐνισχύσητε καὶ φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κληροδοτήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος
وبعد از همه این بلایایی که به‌سبب اعمال زشت وتقصیرهای عظیم ما بر ما وارد شده است، با آنکه تو‌ای خدای ما، ما را کمتر از گناهان ما عقوبت رسانیده‌ای و چنین خلاصی‌ای به ما داده‌ای، ۱۳ 13
καὶ μετὰ πᾶν τὸ ἐρχόμενον ἐφ’ ἡμᾶς ἐν ποιήμασιν ἡμῶν τοῖς πονηροῖς καὶ ἐν πλημμελείᾳ ἡμῶν τῇ μεγάλῃ ὅτι οὐκ ἔστιν ὡς ὁ θεὸς ἡμῶν ὅτι ἐκούφισας ἡμῶν τὰς ἀνομίας καὶ ἔδωκας ἡμῖν σωτηρίαν
آیا می‌شود که ما بار دیگر اوامر تو را بشکنیم وبا امت هایی که مرتکب این رجاسات شده‌اند، مصاهرت نماییم؟ و آیا تو بر ما غضب نخواهی نمود و ما را چنان هلاک نخواهی ساخت که بقیتی و نجاتی باقی نماند؟ ۱۴ 14
ὅτι ἐπεστρέψαμεν διασκεδάσαι ἐντολάς σου καὶ ἐπιγαμβρεῦσαι τοῖς λαοῖς τῶν γαιῶν μὴ παροξυνθῇς ἐν ἡμῖν ἕως συντελείας τοῦ μὴ εἶναι ἐγκατάλειμμα καὶ διασῳζόμενον
‌ای یهوه خدای اسرائیل تو عادل هستی چونکه بقیتی از ما مثل امروزناجی شده‌اند، اینک ما به حضور تو درتقصیرهای خویش حاضریم، زیرا کسی نیست که به‌سبب این کارها، در حضور تو تواند ایستاد.» ۱۵ 15
κύριε ὁ θεὸς Ισραηλ δίκαιος σύ ὅτι κατελείφθημεν διασῳζόμενοι ὡς ἡ ἡμέρα αὕτη ἰδοὺ ἡμεῖς ἐναντίον σου ἐν πλημμελείαις ἡμῶν ὅτι οὐκ ἔστιν στῆναι ἐνώπιόν σου ἐπὶ τούτῳ

< عزرا 9 >