< اول پطرس 1 >

به غریبانی که پراکنده‌اند در پنطس وغلاطیه و قپدوقیه و آسیا و بطانیه؛ ۱ 1
Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας,
برگزیدگان برحسب علم سابق خدای پدر، به تقدیس روح برای اطاعت و پاشیدن خون عیسی مسیح. فیض و سلامتی بر شما افزون باد. ۲ 2
κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
متبارک باد خدا و پدر خداوند ما عیسی مسیح که بحسب رحمت عظیم خود ما رابوساطت برخاستن عیسی مسیح از مردگان از نوتولید نمود برای امید زنده، ۳ 3
Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
بجهت میراث بی‌فساد و بی‌آلایش و ناپژمرده که نگاه داشته شده است در آسمان برای شما؛ ۴ 4
εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ἡμᾶς,
که به قوت خدامحروس هستید به ایمان برای نجاتی که مهیاشده است تا در ایام آخر ظاهر شود. ۵ 5
τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ.
و در آن وجد می‌نمایید، هرچند در حال، اندکی از راه ضرورت در تجربه های گوناگون محزون شده‌اید، ۶ 6
Ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,
تا آزمایش ایمان شما که از طلای فانی باآزموده شدن در آتش، گرانبهاتر است، برای تسبیح و جلال و اکرام یافت شود در حین ظهورعیسی مسیح. ۷ 7
ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ·
که او را اگرچه ندیده‌اید محبت می‌نمایید و الان اگرچه او را نمی بینید، لکن بر اوایمان آورده، وجد می‌نمایید با خرمی‌ای که نمی توان بیان کرد و پر از جلال است. ۸ 8
ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
و انجام ایمان خود یعنی نجات جان خویش را می‌یابید. ۹ 9
κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
که درباره این نجات، انبیایی که از فیضی که برای شما مقرر بود، اخبار نمودند، تفتیش وتفحص می‌کردند ۱۰ 10
Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες·
و دریافت می‌نمودند که کدام و چگونه زمان است که روح مسیح که درایشان بود از آن خبر می‌داد، چون از زحماتی که برای مسیح مقرر بود و جلالهایی که بعد از آنهاخواهد بود، شهادت می‌داد؛ ۱۱ 11
ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας.
و بدیشان مکشوف شد که نه به خود بلکه به ما خدمت می‌کردند، در آن اموری که شما اکنون از آنها خبریافته‌اید از کسانی که به روح‌القدس که از آسمان فرستاده شده است، بشارت داده‌اند و فرشتگان نیز مشتاق هستند که در آنها نظر کنند. ۱۲ 12
Οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ἡμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ᾿ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
لهذا کمر دلهای خود را ببندید و هشیارشده، امید کامل آن فیضی را که در مکاشفه عیسی مسیح به شما عطا خواهد شد، بدارید. ۱۳ 13
Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ·
و چون ابنای اطاعت هستید، مشابه مشوید بدان شهواتی که در ایام جهالت می‌داشتید. ۱۴ 14
ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,
بلکه مثل آن قدوس که شما را خوانده است، خود شما نیز درهر سیرت، مقدس باشید. ۱۵ 15
ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε·
زیرا مکتوب است: «مقدس باشید زیرا که من قدوسم.» ۱۶ 16
διότι γέγραπται, Ἅγιοι γένεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.
و چون او را پدر می‌خوانید که بدون ظاهربینی برحسب اعمال هرکس داوری می‌نماید، پس هنگام غربت خود را با ترس صرف نمایید. ۱۷ 17
Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε·
زیرا می‌دانید که خریده شده‌اید از سیرت باطلی که از پدران خود یافته‌اید نه به چیزهای فانی مثل نقره و طلا، ۱۸ 18
εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,
بلکه به خون گرانبها چون خون بره بی‌عیب و بی‌داغ یعنی خون مسیح، ۱۹ 19
ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ,
که پیش از بنیاد عالم معین شد، لکن درزمان آخر برای شما ظاهر گردید، ۲۰ 20
προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾿ ἐσχάτων τῶν χρόνων δι᾿ ὑμᾶς,
که بوساطت او شما بر آن خدایی که او را از مردگان برخیزانیدو او را جلال داد، ایمان آورده‌اید تا ایمان و امیدشما بر خدا باشد. ۲۱ 21
τοὺς δι᾿ αὐτοῦ πιστεύοντας εἰς Θεόν, τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν, καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν.
چون نفسهای خود را به اطاعت راستی طاهر ساخته‌اید تا محبت برادرانه بی‌ریا داشته باشید، پس یکدیگر را از دل بشدت محبت بنمایید. ۲۲ 22
Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς·
از آنرو که تولد تازه یافتید نه از تخم فانی بلکه از غیرفانی یعنی به کلام خدا که زنده وتا ابدالاباد باقی است. (aiōn g165) ۲۳ 23
ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα. (aiōn g165)
زیرا که «هر بشری مانندگیاه است و تمام جلال او چون گل گیاه. گیاه پژمرده شد و گلش ریخت. ۲۴ 24
Διότι, Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε·
لکن کلمه خدا تاابدالاباد باقی است.» و این است آن کلامی که به شما بشارت داده شده است. (aiōn g165) ۲۵ 25
τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. Τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. (aiōn g165)

< اول پطرس 1 >