< UJoshuwa 22 >

1 UJoshuwa wamema abakoRubheni, abakoGadi lengxenye yesizwe sikaManase
τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ρουβην καὶ τοὺς υἱοὺς Γαδ καὶ τὸ ἥμισυ φυλῆς Μανασση
2 wathi kubo, “Selenze konke uMosi inceku kaThixo eyakulayayo, njalo lingilalele kukho konke engililaye ngakho.
καὶ εἶπεν αὐτοῖς ὑμεῖς ἀκηκόατε πάντα ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς κυρίου καὶ ἐπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετειλάμην ὑμῖν
3 Okwesikhathi eside khathesi, kuze kube lamuhla, kalizange lihlamukele abafowenu kodwa lenze umsebenzi lowo uThixo uNkulunkulu wenu alinike wona.
οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας καὶ πλείους ἕως τῆς σήμερον ἡμέρας ἐφυλάξασθε τὴν ἐντολὴν κυρίου τοῦ θεοῦ ὑμῶν
4 Njengoba uThixo uNkulunkulu wenu wanika abafowenu ukuphumula njengokuthembisa kwakhe, buyelani emakhaya enu elizweni uMosi inceku kaThixo alinika lona ngaphetsheya kweJodani.
νῦν δὲ κατέπαυσεν κύριος ὁ θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν ὃν τρόπον εἶπεν αὐτοῖς νῦν οὖν ἀποστραφέντες ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ιορδάνου
5 Kodwa linanzelele kakhulu ukuthi lilondoloza umlayo lomthetho uMosi inceku kaThixo alinika wona: Ukuthanda uThixo uNkulunkulu wenu, ukuhamba ezindleleni zakhe zonke, ukulalela imilayo yakhe, ukubambelela kuye lokumsebenzela ngenhliziyo yenu yonke lomphefumulo wenu wonke.”
ἀλλὰ φυλάξασθε ποιεῖν σφόδρα τὰς ἐντολὰς καὶ τὸν νόμον ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς κυρίου ἀγαπᾶν κύριον τὸν θεὸν ὑμῶν πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ καὶ προσκεῖσθαι αὐτῷ καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν
6 UJoshuwa wasebabusisa wathi kabahambe; yikho basebesiya emizini yabo.
καὶ ηὐλόγησεν αὐτοὺς Ἰησοῦς καὶ ἐξαπέστειλεν αὐτούς καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν
7 Ingxenye yesizwana sakoManase uMosi wayeyinike ilizwe eBhashani, kwathi eyinye ingxenye yesizwana uJoshuwa wayeyinike indawo lapho okwakwakhele abafowabo eJodani. Kwathi uJoshuwa esethe kabahambe emakhaya, wababusisa
καὶ τῷ ἡμίσει φυλῆς Μανασση ἔδωκεν Μωυσῆς ἐν τῇ Βασανίτιδι καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ιορδάνου παρὰ θάλασσαν καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς
8 wathi, “Buyelani emakhaya enu lenotho yenu enengi, lilemihlambi emikhulu yezifuyo, lilesiliva, igolide ithusi lensimbi, lamalembu amanengi, beselisabelana labafowenu lokho elakuthumba ezitheni zenu.”
καὶ ἐν χρήμασιν πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολύν καὶ διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν
9 Ngakho abakoRubheni, abakoGadi lengxenye yesizwana sakoManase batshiya abako-Israyeli eShilo eseKhenani babuyela eGiliyadi, ilizwe labo, ababelizuze kulandela umlayo kaThixo awethula ngoMosi.
καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς υἱῶν Μανασση ἀπὸ τῶν υἱῶν Ισραηλ ἐκ Σηλω ἐν γῇ Χανααν ἀπελθεῖν εἰς γὴν Γαλααδ εἰς γῆν κατασχέσεως αὐτῶν ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυσῆ
10 Bathi sebefike eGelithothi eduzane leJodani elizweni leKhenani, abakoRubheni, abakoGadi lengxenye yesizwana sakoManase bakha i-alithari elikhulu eduzane leJodani.
καὶ ἦλθον εἰς Γαλγαλα τοῦ Ιορδάνου ἥ ἐστιν ἐν γῇ Χανααν καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ιορδάνου βωμὸν μέγαν τοῦ ἰδεῖν
11 Kwathi abako-Israyeli sebezwe ukuthi sebakhe i-alithari emngceleni weKhenani eGelithothi duzane leJodani eceleni lako-Israyeli,
καὶ ἤκουσαν οἱ υἱοὶ Ισραηλ λεγόντων ἰδοὺ ᾠκοδόμησαν οἱ υἱοὶ Γαδ καὶ οἱ υἱοὶ Ρουβην καὶ τὸ ἥμισυ φυλῆς Μανασση βωμὸν ἐφ’ ὁρίων γῆς Χανααν ἐπὶ τοῦ Γαλααδ τοῦ Ιορδάνου ἐν τῷ πέραν υἱῶν Ισραηλ
12 umphakathi wonke wako-Israyeli wabuthana eShilo ukulungiselela ukulwa labo empini.
καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Σηλω ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς
13 Ngakho abako-Israyeli bathuma uFinehasi indodana ka-Eliyazari, umphristi elizweni leGiliyadi kuRubheni, uGadi lengxenye yesizwana sakoManase.
καὶ ἀπέστειλαν οἱ υἱοὶ Ισραηλ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τὸ ἥμισυ φυλῆς Μανασση εἰς γῆν Γαλααδ τόν τε Φινεες υἱὸν Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἀρχιερέως
14 Waphelekezelwa zinduna ezilitshumi, inye ngayinye ivela phakathi kwezizwe zonke zako-Israyeli njalo iyinhloko yesigaba semuli yensendo zako-Israyeli.
καὶ δέκα τῶν ἀρχόντων μετ’ αὐτοῦ ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ισραηλ ἄρχοντες οἴκων πατριῶν εἰσιν χιλίαρχοι Ισραηλ
15 Ekuyeni kwabo eGiliyadi, kuRubheni loGadi lengxenye yesizwana sakoManase bathi kubo:
καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Γαδ καὶ πρὸς τοὺς υἱοὺς Ρουβην καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασση εἰς γῆν Γαλααδ καὶ ἐλάλησαν πρὸς αὐτοὺς λέγοντες
16 “Umphakathi wonke kaThixo uthi: ‘Kungani lisuke langathembeki kuNkulunkulu wako-Israyeli ngale indlela? Kungani lilahle uNkulunkulu lizakhela i-alithari njengokumhlamukela khathesi.
τάδε λέγει πᾶσα ἡ συναγωγὴ κυρίου τίς ἡ πλημμέλεια αὕτη ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ θεοῦ Ισραηλ ἀποστραφῆναι σήμερον ἀπὸ κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμὸν ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ κυρίου
17 Kambe ukona kukaPheyori kakwanelanga kithi na? Kuze kube lamhla kasikazihlambululi esonweni leso, lanxa umkhuhlane wake wahlasela isizwe sikaThixo!
μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα Φογωρ ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπ’ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ κυρίου
18 Selibalekela uThixo na? Nxa lingahlamukela uThixo lamhla, kusasa uzazondela isizwe sonke sako-Israyeli:
καὶ ὑμεῖς ἀποστραφήσεσθε σήμερον ἀπὸ κυρίου καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ κυρίου καὶ αὔριον ἐπὶ πάντα Ισραηλ ἔσται ἡ ὀργή
19 Nxa umhlaba elilawo ungcolisiwe wozani emhlabeni kaThixo lapho ithabanikeli likaThixo elimi khona beselisabelana umhlaba lathi. Kodwa lingahlamukeli uThixo kumbe thina ngokuzakhela i-alithari lenu, ngaphandle kwe-alithari likaThixo uNkulunkulu wethu.
καὶ νῦν εἰ μικρὰ ὑμῖν ἡ γῆ τῆς κατασχέσεως ὑμῶν διάβητε εἰς τὴν γῆν τῆς κατασχέσεως κυρίου οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ κυρίου καὶ κατακληρονομήσατε ἐν ἡμῖν καὶ μὴ ἀποστάται ἀπὸ θεοῦ γενήθητε καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ ἡμῶν
20 Lapho u-Akhani indodana kaZera aze angathembeki ezintweni ezingcwelisiweyo, isijeziso kasehlelanga isizwe sonke sako-Israyeli yini? Kayisuye yedwa owafela isono sakhe.’”
οὐκ ἰδοὺ Αχαρ ὁ τοῦ Ζαρα πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ισραηλ ἐγενήθη ὀργή καὶ οὗτος εἷς μόνος ἦν μὴ μόνος οὗτος ἀπέθανεν τῇ ἑαυτοῦ ἁμαρτίᾳ
21 Ngakho uRubheni, uGadi lengxenye yesizwe sakoManase baphendula abakhokheli bezinsendo zako-Israyeli bathi:
καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς Μανασση καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Ισραηλ λέγοντες
22 “USomandla, uNkulunkulu uThixo! USomandla uNkulunkulu uThixo! Uyazi! Njalo u-Israyeli kabe lolwazi! Nxa lokhu bekuyikuhlamukela kumbe ukuqholozela uThixo, lingasisindisi lamhlanje.
ὁ θεὸς θεός ἐστιν κύριος καὶ ὁ θεὸς θεὸς κύριος αὐτὸς οἶδεν καὶ Ισραηλ αὐτὸς γνώσεται εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ κυρίου μὴ ῥύσαιτο ἡμᾶς ἐν ταύτῃ
23 Nxa sazakhela i-alithari lethu ukwenzela ukubalekela uThixo lokunikela ngeminikelo yokutshiswa leminikelo yamabele, kumbe ukunikela ngeminikelo yokuthula kulo, uThixo ngokwakhe kasijezise.
καὶ εἰ ᾠκοδομήσαμεν αὑτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ κυρίου τοῦ θεοῦ ἡμῶν ὥστε ἀναβιβάσαι ἐπ’ αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ἢ ὥστε ποιῆσαι ἐπ’ αὐτοῦ θυσίαν σωτηρίου κύριος ἐκζητήσει
24 Hatshi! Sakwenza sisesaba ukuthi kwelinye ilanga izizukulwane zenu zingathi kwezethu, ‘Lilani loThixo, uNkulunkulu wako-Israyeli?
ἀλλ’ ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο λέγοντες ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν τί ὑμῖν κυρίῳ τῷ θεῷ Ισραηλ
25 UThixo sewenza iJodani ibe ngumngcele phakathi kwethu lani lina maRubheni lamaGadi! Kalilasabelo kuThixo.’ Ngakho izizukulwane zenu zingenza ukuthi ezethu ziyekele ukwesaba uThixo.
καὶ ὅρια ἔθηκεν κύριος ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν τὸν Ιορδάνην καὶ οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱοὺς ἡμῶν ἵνα μὴ σέβωνται κύριον
26 Yikho sathi, ‘Kasilungiseni sakhe i-alithari, kodwa hatshi eleminikelo yokutshiswa kumbe imihlatshelo.’
καὶ εἴπαμεν ποιῆσαι οὕτως τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν
27 Ngeyinye indlela, kuzakuba yibufakazi phakathi kwethu lani lezizukulwane ezizalandela, ukuthi sizekhonza uThixo endlini yakhe engcwele ngeminikelo yokutshiswa, iminikelo yethu kanye leyokuthula. Ngakho kwelakusasa izizukulwane zenu kazisoze zithi kwezethu, ‘Kalilasabelo kuThixo.’
ἀλλ’ ἵνα ᾖ τοῦτο μαρτύριον ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν καὶ ἀνὰ μέσον τῶν γενεῶν ἡμῶν μεθ’ ἡμᾶς τοῦ λατρεύειν λατρείαν κυρίῳ ἐναντίον αὐτοῦ ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν καὶ οὐκ ἐροῦσιν τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον οὐκ ἔστιν ὑμῖν μερὶς κυρίου
28 Njalo sathi, ‘Bangavele batsho lokhu kithi kumbe kuzizukulwane zethu, sizaphendula sithi: Khangelani emfanekisweni we-alithari likaThixo, elakhiwa ngobaba, hatshi eleminikelo yokutshiswa lemihlatshelo, kodwa njengobufakazi phakathi kwethu lani.’
καὶ εἴπαμεν ἐὰν γένηταί ποτε καὶ λαλήσωσιν πρὸς ἡμᾶς καὶ ταῖς γενεαῖς ἡμῶν αὔριον καὶ ἐροῦσιν ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου κυρίου ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν ἀλλὰ μαρτύριόν ἐστιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον τῶν υἱῶν ἡμῶν
29 Kukhatshana kithi ukuthi sihlamukele uThixo simfulathele lamhla ngokwakha i-alithari leminikelo yokutshiswa, iminikelo yamabele lemihlatshelo, ngaphandle kwe-alithari likaThixo uNkulunkulu wethu elimi phambi kwethabanikeli lakhe.”
μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ κυρίου ἐν ταῖς σήμερον ἡμέραις ἀποστῆναι ἀπὸ κυρίου ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασιν καὶ ταῖς θυσίαις σαλαμιν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου πλὴν τοῦ θυσιαστηρίου κυρίου ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ
30 Kwathi uFinehasi umphristi labakhokheli besizwe, abakhokheli bezinsendo zako-Israyeli, sebezwe okwakutshiwo nguRubheni, uGadi loManase bathokoza.
καὶ ἀκούσας Φινεες ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Ισραηλ οἳ ἦσαν μετ’ αὐτοῦ τοὺς λόγους οὓς ἐλάλησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ τὸ ἥμισυ φυλῆς Μανασση καὶ ἤρεσεν αὐτοῖς
31 UFinehasi indodana ka-Eliyazari, umphristi, wathi kuRubheni, uGadi loManase, “Lamhla siyazi ukuthi uThixo ulathi, ngenxa yokuthi kalizange liyekele ukwethembeka phambi kukaThixo kuloludaba. Khathesi selihlenge abako-Israyeli esandleni sikaThixo.”
καὶ εἶπεν Φινεες ὁ ἱερεὺς τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση σήμερον ἐγνώκαμεν ὅτι μεθ’ ἡμῶν κύριος διότι οὐκ ἐπλημμελήσατε ἐναντίον κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς Ισραηλ ἐκ χειρὸς κυρίου
32 UFinehasi indodana ka-Eliyazari, umphristi, labakhokheli babuyela eKhenani bevela emhlanganweni wabo labakoRubheni labakoGadi eGiliyadi basebebika kwabako-Israyeli.
καὶ ἀπέστρεψεν Φινεες ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ρουβην καὶ ἀπὸ τῶν υἱῶν Γαδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐκ γῆς Γαλααδ εἰς γῆν Χανααν πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους
33 Bathokoza ukuzwa umbiko basebedumisa uNkulunkulu. Kabasakhulumanga njalo ngokuya empini yokubalwisa ukwenzela ukutshabalalisa ilizwe lapho abakoRubheni labakoGadi ababehlala khona.
καὶ ἤρεσεν τοῖς υἱοῖς Ισραηλ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ εὐλόγησαν τὸν θεὸν υἱῶν Ισραηλ καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολεθρεῦσαι τὴν γῆν τῶν υἱῶν Ρουβην καὶ τῶν υἱῶν Γαδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασση καὶ κατῴκησαν ἐπ’ αὐτῆς
34 Njalo abakoRubheni labakoGadi banika i-alithari lelibizo: UBufakazi Phakathi Kwethu ukuthi uThixo unguNkulunkulu.
καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ρουβην καὶ τῶν Γαδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασση καὶ εἶπεν ὅτι μαρτύριόν ἐστιν ἀνὰ μέσον αὐτῶν ὅτι κύριος ὁ θεὸς αὐτῶν ἐστιν

< UJoshuwa 22 >