< Ii Samuelis 19 >

1 Nuntiatum est autem Joab quod rex fleret et lugeret filium suum,
καὶ ἀνηγγέλη τῷ Ιωαβ λέγοντες ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ Αβεσσαλωμ
2 et versa est victoria in luctum in die illa omni populo: audivit enim populus in die illa dici: Dolet rex super filio suo.
καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ
3 Et declinavit populus in die illa ingredi civitatem, quomodo declinare solet populus versus et fugiens de prælio.
καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ
4 Porro rex operuit caput suum, et clamabat voce magna: Fili mi Absalom, Absalom fili mi, fili mi.
καὶ ὁ βασιλεὺς ἔκρυψεν τὸ πρόσωπον αὐτοῦ καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ λέγων υἱέ μου Αβεσσαλωμ Αβεσσαλωμ υἱέ μου
5 Ingressus ergo Joab ad regem in domum, dixit: Confudisti hodie vultus omnium servorum tuorum, qui salvam fecerunt animam tuam, et animam filiorum tuorum et filiarum tuarum, et animam uxorum tuarum, et animam concubinarum tuarum.
καὶ εἰσῆλθεν Ιωαβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπεν κατῄσχυνας σήμερον τὸ πρόσωπον πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου
6 Diligis odientes te, et odio habes diligentes te: et ostendisti hodie quia non curas de ducibus tuis et de servis tuis: et vere cognovi modo, quia si Absalom viveret, et omnes nos occubuissemus, tunc placeret tibi.
τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὔκ εἰσιν οἱ ἄρχοντές σου οὐδὲ παῖδες ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Αβεσσαλωμ ἔζη πάντες ἡμεῖς σήμερον νεκροί ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου
7 Nunc igitur surge, et procede, et alloquens satisfac servis tuis: juro enim tibi per Dominum quod si non exieris, ne unus quidem remansurus sit tecum nocte hac: et pejus erit hoc tibi quam omnia mala quæ venerunt super te ab adolescentia tua usque in præsens.
καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου ὅτι ἐν κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν
8 Surrexit ergo rex et sedit in porta: et omni populo nuntiatum est quod rex sederet in porta. Venitque universa multitudo coram rege: Israël autem fugit in tabernacula sua.
καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως καὶ Ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ
9 Omnis quoque populus certabat in cunctis tribubus Israël, dicens: Rex liberavit nos de manu inimicorum nostrorum; ipse salvavit nos de manu Philisthinorum: et nunc fugit de terra propter Absalom.
καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ισραηλ λέγοντες ὁ βασιλεὺς Δαυιδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν καὶ αὐτὸς ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ ἀπὸ Αβεσσαλωμ
10 Absalom autem, quem unximus super nos, mortuus est in bello: usquequo siletis, et non reducitis regem?
καὶ Αβεσσαλωμ ὃν ἐχρίσαμεν ἐφ’ ἡμῶν ἀπέθανεν ἐν τῷ πολέμῳ καὶ νῦν ἵνα τί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα καὶ τὸ ῥῆμα παντὸς Ισραηλ ἦλθεν πρὸς τὸν βασιλέα
11 Rex vero David misit ad Sadoc et Abiathar sacerdotes, dicens: Loquimini ad majores natu Juda, dicentes: Cur venitis novissimi ad reducendum regem in domum suam? (Sermo autem omnis Israël pervenerat ad regem in domo ejus.)
καὶ ὁ βασιλεὺς Δαυιδ ἀπέστειλεν πρὸς Σαδωκ καὶ πρὸς Αβιαθαρ τοὺς ἱερεῖς λέγων λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ιουδα λέγοντες ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ καὶ λόγος παντὸς Ισραηλ ἦλθεν πρὸς τὸν βασιλέα
12 Fratres mei vos, os meum, et caro mea vos, quare novissimi reducitis regem?
ἀδελφοί μου ὑμεῖς ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς καὶ ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ
13 Et Amasæ dicite: Nonne os meum, et caro mea es? hæc faciat mihi Deus, et hæc addat, si non magister militiæ fueris coram me omni tempore pro Joab.
καὶ τῷ Αμεσσαϊ ἐρεῖτε οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ καὶ νῦν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ιωαβ
14 Et inclinavit cor omnium virorum Juda quasi viri unius: miseruntque ad regem, dicentes: Revertere tu, et omnes servi tui.
καὶ ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς Ιουδα ὡς ἀνδρὸς ἑνός καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες ἐπιστράφητι σὺ καὶ πάντες οἱ δοῦλοί σου
15 Et reversus est rex, et venit usque ad Jordanem: et omnis Juda venit usque in Galgalam ut occurreret regi, et traduceret eum Jordanem.
καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ Ιορδάνου καὶ ἄνδρες Ιουδα ἦλθαν εἰς Γαλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ιορδάνην
16 Festinavit autem Semei filius Gera filii Jemini de Bahurim, et descendit cum viris Juda in occursum regis David,
καὶ ἐτάχυνεν Σεμεϊ υἱὸς Γηρα υἱοῦ τοῦ Ιεμενι ἐκ Βαουριμ καὶ κατέβη μετὰ ἀνδρὸς Ιουδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυιδ
17 cum mille viris de Benjamin, et Siba puer de domo Saul: et quindecim filii ejus, ac viginti servi erant cum eo: et irrumpentes Jordanem, ante regem
καὶ χίλιοι ἄνδρες μετ’ αὐτοῦ ἐκ τοῦ Βενιαμιν καὶ Σιβα τὸ παιδάριον τοῦ οἴκου Σαουλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ’ αὐτοῦ καὶ κατεύθυναν τὸν Ιορδάνην ἔμπροσθεν τοῦ βασιλέως
18 transierunt vada, ut traducerent domum regis, et facerent juxta jussionem ejus: Semei autem filius Gera prostratus coram rege, cum jam transisset Jordanem,
καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα καὶ διέβη ἡ διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ καὶ Σεμεϊ υἱὸς Γηρα ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν Ιορδάνην
19 dixit ad eum: Ne reputes mihi, domine mi, iniquitatem, neque memineris injuriarum servi tui in die qua egressus es, domine mi rex, de Jerusalem, neque ponas, rex, in corde tuo.
καὶ εἶπεν πρὸς τὸν βασιλέα μὴ διαλογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ὁ κύριός μου ὁ βασιλεὺς ἐξεπορεύετο ἐξ Ιερουσαλημ τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ
20 Agnosco enim servus tuus peccatum meum: et idcirco hodie primus veni de omni domo Joseph, descendique in occursum domini mei regis.
ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς οἴκου Ιωσηφ τοῦ καταβῆναι εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως
21 Respondens vero Abisai filius Sarviæ, dixit: Numquid pro his verbis non occidetur Semei, quia maledixit christo Domini?
καὶ ἀπεκρίθη Αβεσσα υἱὸς Σαρουιας καὶ εἶπεν μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεϊ ὅτι κατηράσατο τὸν χριστὸν κυρίου
22 Et ait David: Quid mihi et vobis, filii Sarviæ? cur efficimini mihi hodie in satan? ergone hodie interficietur vir in Israël? an ignoro hodie me factum regem super Israël?
καὶ εἶπεν Δαυιδ τί ἐμοὶ καὶ ὑμῖν υἱοὶ Σαρουιας ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ισραηλ ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ισραηλ
23 Et ait rex Semei: Non morieris. Juravitque ei.
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεϊ οὐ μὴ ἀποθάνῃς καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς
24 Miphiboseth quoque filius Saul descendit in occursum regis, illotis pedibus et intonsa barba: vestesque suas non laverat a die qua egressus fuerat rex, usque ad diem reversionis ejus in pace.
καὶ Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας ἧς ἀπῆλθεν ὁ βασιλεύς ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ
25 Cumque Jerusalem occurrisset regi, dixit ei rex: Quare non venisti mecum, Miphiboseth?
καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ιερουσαλημ εἰς ἀπάντησιν τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς τί ὅτι οὐκ ἐπορεύθης μετ’ ἐμοῦ Μεμφιβοσθε
26 Et respondens ait: Domine mi rex, servus meus contempsit me: dixique ei ego famulus tuus ut sterneret mihi asinum, et ascendens abirem cum rege: claudus enim sum servus tuus.
καὶ εἶπεν πρὸς αὐτὸν Μεμφιβοσθε κύριέ μου βασιλεῦ ὁ δοῦλός μου παρελογίσατό με ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ’ αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως ὅτι χωλὸς ὁ δοῦλός σου
27 Insuper et accusavit me servum tuum ad te dominum meum regem: tu autem, domine mi rex, sicut angelus Dei es: fac quod placitum est tibi.
καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ θεοῦ καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου
28 Neque enim fuit domus patris mei, nisi morti obnoxia domino meo regi: tu autem posuisti me servum tuum inter convivas mensæ tuæ: quid ergo habeo justæ querelæ? aut quid possum ultra vociferari ad regem?
ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου ἀλλ’ ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα
29 Ait ergo ei rex: Quid ultra loqueris? fixum est quod locutus sum: tu et Siba dividite possessiones.
καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἵνα τί λαλεῖς ἔτι τοὺς λόγους σου εἶπον σὺ καὶ Σιβα διελεῖσθε τὸν ἀγρόν
30 Responditque Miphiboseth regi: Etiam cuncta accipiat, postquam reversus est dominus meus rex pacifice in domum suam.
καὶ εἶπεν Μεμφιβοσθε πρὸς τὸν βασιλέα καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ
31 Berzellai quoque Galaadites, descendens de Rogelim, traduxit regem Jordanem, paratus etiam ultra fluvium prosequi eum.
καὶ Βερζελλι ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλιμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ιορδάνην
32 Erat autem Berzellai Galaadites senex valde, id est, octogenarius, et ipse præbuit alimenta regi cum moraretur in castris: fuit quippe vir dives nimis.
καὶ Βερζελλι ἀνὴρ πρεσβύτερος σφόδρα υἱὸς ὀγδοήκοντα ἐτῶν καὶ αὐτὸς διέθρεψεν τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναϊμ ὅτι ἀνὴρ μέγας ἐστὶν σφόδρα
33 Dixit itaque rex ad Berzellai: Veni mecum, ut requiescas securus mecum in Jerusalem.
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλι σὺ διαβήσῃ μετ’ ἐμοῦ καὶ διαθρέψω τὸ γῆράς σου μετ’ ἐμοῦ ἐν Ιερουσαλημ
34 Et ait Berzellai ad regem: Quot sunt dies annorum vitæ meæ, ut ascendam cum rege in Jerusalem?
καὶ εἶπεν Βερζελλι πρὸς τὸν βασιλέα πόσαι ἡμέραι ἐτῶν ζωῆς μου ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ιερουσαλημ
35 Octogenarius sum hodie: numquid vigent sensus mei ad discernendum suave aut amarum? aut delectare potest servum tuum cibus et potus? vel audire possum ultra vocem cantorum atque cantatricum? quare servus tuus sit oneri domino meo regi?
υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ ἢ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι ἢ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν ἵνα τί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα
36 Paululum procedam famulus tuus ab Jordane tecum: non indigeo hac vicissitudine,
ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν Ιορδάνην μετὰ τοῦ βασιλέως καὶ ἵνα τί ἀνταποδίδωσίν μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην
37 sed obsecro ut revertar servus tuus, et moriar in civitate mea, et sepeliar juxta sepulchrum patris mei et matris meæ. Est autem servus tuus Chamaam: ipse vadat tecum, domine mi rex, et fac ei quidquid tibi bonum videtur.
καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμααμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου
38 Dixit itaque ei rex: Mecum transeat Chamaam, et ego faciam ei quidquid tibi placuerit: et omne quod petieris a me, impetrabis.
καὶ εἶπεν ὁ βασιλεύς μετ’ ἐμοῦ διαβήτω Χαμααμ κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα ὅσα ἐκλέξῃ ἐπ’ ἐμοί ποιήσω σοι
39 Cumque transisset universus populus et rex Jordanem, osculatus est rex Berzellai, et benedixit ei: et ille reversus est in locum suum.
καὶ διέβη πᾶς ὁ λαὸς τὸν Ιορδάνην καὶ ὁ βασιλεὺς διέβη καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλι καὶ εὐλόγησεν αὐτόν καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ
40 Transivit ergo rex in Galgalam, et Chamaam cum eo. Omnis autem populus Juda traduxerat regem, et media tantum pars adfuerat de populo Israël.
καὶ διέβη ὁ βασιλεὺς εἰς Γαλγαλα καὶ Χαμααμ διέβη μετ’ αὐτοῦ καὶ πᾶς ὁ λαὸς Ιουδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ισραηλ
41 Itaque omnes viri Israël concurrentes ad regem dixerunt ei: Quare te furati sunt fratres nostri viri Juda, et traduxerunt regem et domum ejus Jordanem, omnesque viros David cum eo?
καὶ ἰδοὺ πᾶς ἀνὴρ Ισραηλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπον πρὸς τὸν βασιλέα τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ιουδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ιορδάνην καὶ πάντες ἄνδρες Δαυιδ μετ’ αὐτοῦ
42 Et respondit omnis vir Juda ad viros Israël: Quia mihi propior est rex: cur irasceris super hac re? numquid comedimus aliquid ex rege, aut munera nobis data sunt?
καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ιουδα πρὸς ἄνδρα Ισραηλ καὶ εἶπαν διότι ἐγγίζει πρός με ὁ βασιλεύς καὶ ἵνα τί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ἦρεν ἡμῖν
43 Et respondit vir Israël ad viros Juda, et ait: Decem partibus major ego sum apud regem, magisque ad me pertinet David quam ad te: cur fecisti mihi injuriam, et non mihi nuntiatum est priori, ut reducerem regem meum? Durius autem responderunt viri Juda viris Israël.
καὶ ἀπεκρίθη ἀνὴρ Ισραηλ τῷ ἀνδρὶ Ιουδα καὶ εἶπεν δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ καὶ πρωτότοκος ἐγὼ ἢ σύ καί γε ἐν τῷ Δαυιδ εἰμὶ ὑπὲρ σέ καὶ ἵνα τί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς Ιουδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ισραηλ

< Ii Samuelis 19 >