< Ii Paralipomenon 25 >

1 Viginti quinque annorum erat Amasias cum regnare cœpisset, et viginti novem annis regnavit in Jerusalem: nomen matris ejus Joadan de Jerusalem.
ὢν πέντε καὶ εἴκοσι ἐτῶν ἐβασίλευσεν Αμασιας καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιωαδεν ἀπὸ Ιερουσαλημ
2 Fecitque bonum in conspectu Domini, verumtamen non in corde perfecto.
καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ἀλλ’ οὐκ ἐν καρδίᾳ πλήρει
3 Cumque roboratum sibi videret imperium, jugulavit servos qui occiderant regem patrem suum,
καὶ ἐγένετο ὡς κατέστη ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ καὶ ἐθανάτωσεν τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ
4 sed filios eorum non interfecit, sicut scriptum est in libro legis Moysi, ubi præcepit Dominus, dicens: Non occidentur patres pro filiis, neque filii pro patribus suis, sed unusquisque in suo peccato morietur.
καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν κατὰ τὴν διαθήκην τοῦ νόμου κυρίου καθὼς γέγραπται ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων ἀλλ’ ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται
5 Congregavit igitur Amasias Judam, et constituit eos per familias, tribunosque et centuriones in universo Juda et Benjamin: et recensuit a viginti annis supra, invenitque trecenta millia juvenum qui egrederentur ad pugnam, et tenerent hastam et clypeum:
καὶ συνήγαγεν Αμασιας τὸν οἶκον Ιουδα καὶ ἀνέστησεν αὐτοὺς κατ’ οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ Ιουδα καὶ Ιερουσαλημ καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας δυνατοὺς ἐξελθεῖν εἰς πόλεμον κρατοῦντας δόρυ καὶ θυρεόν
6 mercede quoque conduxit de Israël centum millia robustorum, centum talentis argenti.
καὶ ἐμισθώσατο ἀπὸ Ισραηλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύι ἑκατὸν ταλάντων ἀργυρίου
7 Venit autem homo Dei ad illum, et ait: O rex, ne egrediatur tecum exercitus Israël: non est enim Dominus cum Israël, et cunctis filiis Ephraim:
καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρὸς αὐτὸν λέγων βασιλεῦ οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ισραηλ ὅτι οὐκ ἔστιν κύριος μετὰ Ισραηλ πάντων τῶν υἱῶν Εφραιμ
8 quod si putas in robore exercitus bella consistere, superari te faciet Deus ab hostibus: Dei quippe est et adjuvare, et in fugam convertere.
ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις καὶ τροπώσεταί σε κύριος ἐναντίον τῶν ἐχθρῶν ὅτι ἔστιν παρὰ κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι
9 Dixitque Amasias ad hominem Dei: Quid ergo fiet de centum talentis, quæ dedi militibus Israël? Et respondit ei homo Dei: Habet Dominus unde tibi dare possit multo his plura.
καὶ εἶπεν Αμασιας τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα ἃ ἔδωκα τῇ δυνάμει Ισραηλ καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἔστιν τῷ κυρίῳ δοῦναί σοι πλεῖστα τούτων
10 Separavit itaque Amasias exercitum qui venerat ad eum ex Ephraim, ut reverteretur in locum suum: at illi contra Judam vehementer irati, reversi sunt in regionem suam.
καὶ διεχώρισεν Αμασιας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Εφραιμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ιουδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ
11 Porro Amasias confidenter eduxit populum suum, et abiit in vallem Salinarum, percussitque filios Seir decem millia:
καὶ Αμασιας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηιρ δέκα χιλιάδας
12 et alia decem millia virorum ceperunt filii Juda, et adduxerunt ad præruptum cujusdam petræ, præcipitaveruntque eos de summo in præceps: qui universi crepuerunt.
καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ιουδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ καὶ πάντες διερρήγνυντο
13 At ille exercitus quem remiserat Amasias ne secum iret ad prælium, diffusus est in civitatibus Juda, a Samaria usque ad Bethoron, et interfectis tribus millibus, diripuit prædam magnam.
καὶ οἱ υἱοὶ τῆς δυνάμεως οὓς ἀπέστρεψεν Αμασιας τοῦ μὴ πορευθῆναι μετ’ αὐτοῦ εἰς πόλεμον καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ιουδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρων καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά
14 Amasias vero post cædem Idumæorum, et allatos deos filiorum Seir, statuit illos in deos sibi, et adorabat eos, et illis adolebat incensum.
καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Αμασιαν πατάξαντα τὴν Ιδουμαίαν καὶ ἤνεγκεν πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηιρ καὶ ἔστησεν αὐτοὺς ἑαυτῷ εἰς θεοὺς καὶ ἐναντίον αὐτῶν προσεκύνει καὶ αὐτοῖς αὐτὸς ἔθυεν
15 Quam ob rem iratus Dominus contra Amasiam misit ad illum prophetam, qui diceret ei: Cur adorasti deos qui non liberaverunt populum suum de manu tua?
καὶ ἐγένετο ὀργὴ κυρίου ἐπὶ Αμασιαν καὶ ἀπέστειλεν αὐτῷ προφήτας καὶ εἶπαν αὐτῷ τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου
16 Cumque hæc ille loqueretur, respondit ei: Num consiliarius regis es? quiesce, ne interficiam te. Discedensque propheta: Scio, inquit, quod cogitaverit Deus occidere te quia fecisti hoc malum, et insuper non acquievisti consilio meo.
καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ καὶ εἶπεν αὐτῷ μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε πρόσεχε μὴ μαστιγωθῇς καὶ ἐσιώπησεν ὁ προφήτης καὶ εἶπεν ὅτι γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου
17 Igitur Amasias rex Juda inito pessimo consilio, misit ad Joas filium Joachaz filii Jehu regem Israël, dicens: Veni, videamus nos mutuo.
καὶ ἐβουλεύσατο Αμασιας καὶ ἀπέστειλεν πρὸς Ιωας υἱὸν Ιωαχαζ υἱοῦ Ιου βασιλέα Ισραηλ λέγων δεῦρο ὀφθῶμεν προσώποις
18 At ille remisit nuntios, dicens: Carduus qui est in Libano misit ad cedrum Libani, dicens: Da filiam tuam filio meo uxorem: et ecce bestiæ quæ erant in silva Libani, transierunt, et conculcaverunt carduum.
καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμασιαν βασιλέα Ιουδα λέγων ὁ αχουχ ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ ἦλθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν αχουχ
19 Dixisti: Percussi Edom, et idcirco erigitur cor tuum in superbiam: sede in domo tua: cur malum adversum te provocas, ut cadas et tu, et Juda tecum?
εἶπας ἰδοὺ ἐπάταξας τὴν Ιδουμαίαν καὶ ἐπαίρει σε ἡ καρδία ἡ βαρεῖα νῦν κάθησο ἐν οἴκῳ σου καὶ ἵνα τί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ
20 Noluit audire Amasias, eo quod Domini esset voluntas ut traderetur in manus hostium propter deos Edom.
καὶ οὐκ ἤκουσεν Αμασιας ὅτι παρὰ κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τῶν Ιδουμαίων
21 Ascendit igitur Joas rex Israël, et mutuos sibi præbuere conspectus: Amasias autem rex Juda erat in Bethsames Juda:
καὶ ἀνέβη Ιωας βασιλεὺς Ισραηλ καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Αμασιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς ἥ ἐστιν τοῦ Ιουδα
22 corruitque Juda coram Israël, et fugit in tabernacula sua.
καὶ ἐτροπώθη Ιουδας κατὰ πρόσωπον Ισραηλ καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα
23 Porro Amasiam regem Juda, filium Joas filii Joachaz, cepit Joas rex Israël in Bethsames, et adduxit in Jerusalem: destruxitque murum ejus a porta Ephraim usque ad portam anguli quadringentis cubitis.
καὶ τὸν Αμασιαν βασιλέα Ιουδα τὸν τοῦ Ιωας κατέλαβεν Ιωας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ιερουσαλημ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ιερουσαλημ ἀπὸ πύλης Εφραιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις
24 Omne quoque aurum et argentum, et universa vasa quæ repererat in domo Dei, et apud Obededom in thesauris etiam domus regiæ, necnon et filios obsidum, reduxit in Samariam.
καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ παρὰ τῷ Αβδεδομ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν
25 Vixit autem Amasias filius Joas rex Juda, postquam mortuus est Joas filius Joachaz rex Israël, quindecim annis.
καὶ ἔζησεν Αμασιας ὁ τοῦ Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποθανεῖν Ιωας τὸν τοῦ Ιωαχαζ βασιλέα Ισραηλ ἔτη δέκα πέντε
26 Reliqua autem sermonum Amasiæ priorum et novissimorum scripta sunt in libro regum Juda et Israël.
καὶ οἱ λοιποὶ λόγοι Αμασιου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ
27 Qui postquam recessit a Domino, tetenderunt ei insidias in Jerusalem. Cumque fugisset in Lachis, miserunt, et interfecerunt eum ibi.
καὶ ἐν τῷ καιρῷ ᾧ ἀπέστη Αμασιας ἀπὸ κυρίου καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν καὶ ἔφυγεν ἀπὸ Ιερουσαλημ εἰς Λαχις καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ
28 Reportantesque super equos, sepelierunt eum cum patribus suis in civitate David.
καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ

< Ii Paralipomenon 25 >