< マルコの福音書 4 >

1 然て再び湖辺にて教へ始め給ひしが、群衆夥しく其許に集りしかば、イエズスは湖に泛べる船に乗りて座し給ひ、群衆は、皆岸に沿ひて陸に居れり。
Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα, καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν.
2 斯て喩を以て多くの事を教へ給ひしが、其教の中に曰ひけるは、
Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,
3 汝等聴け。種播く者播かんとて出でしが、
“Ἀκούετε! Ἰδοὺ, ἐξῆλθεν ὁ σπείρων σπεῖραι.
4 播く時、或種は路傍に落ちしかば、空の鳥來りて之を啄めり。
Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.
5 或種は土少き磽地に落ちしに、土の深からざるによりて直に萌出でたれども、
Καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες, καὶ ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
6 日出づるや灼けて、根なきが故に枯れたり。
καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
7 或種は茨の中に落ちしに、茨長ちて之を蔽塞ぎたれば、果を結ばざりき。
Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.
8 或種は沃壌に落ちしかば、穂出でて實り立ち、一は三十倍、一は六十倍、一は百倍を生じたり。
Καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν, ἀναβαίνοντα καὶ αὐξανόμενα, καὶ ἔφερεν εἰς τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν.”
9 又曰ひけるは、聞く耳を有てる人は聞け、と。
Καὶ ἔλεγεν, “Ὃς ἔχει ὦτα ἀκούειν, ἀκουέτω.”
10 イエズス獨居給ふ時、共に在りし十二人、此喩を問ひしかば、
Καὶ ὅτε ἐγένετο κατὰ μόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς.
11 彼等に曰ひけるは、汝等は神の國の奥義を知る事を賜はりたれど、外の人は何事も喩を以てせらる、
Καὶ ἔλεγεν αὐτοῖς, “Ὑμῖν τὸ μυστήριον δέδοται τῆς Βασιλείας τοῦ ˚Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται,
12 彼等は見て見ゆれども認らず、聞きて聞ゆれども暁らず、是立還りて其罪を赦さるる事なからん為なり。
ἵνα ‘βλέποντες, βλέπωσιν καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες, ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς.’”
13 又彼等に曰ひけるは、汝等此喩を知らざるか、然らば如何にしてか、諸の喩を暁らん。
Καὶ λέγει αὐτοῖς, “Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;
14 種捲く者は言を捲くなり、
Ὁ σπείρων τὸν λόγον σπείρει.
15 言捲かるる時路傍に落ちたるものは、人之を聞きたるにサタン忽來りて其心に捲かれたる言を奪ふものなり。
Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθὺς ἔρχεται ὁ Σατανᾶς, καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς.
16 磽地に捲かれたるものは、同じく言を聞き、直に喜びて之を受くれども、
Καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον, εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,
17 己に根なく、暫時のみにして、軈て言の為に、困難と迫害と起れば、忽躓くものなり。
καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζονται.
18 又茨の中に撒かれたるものあり、是等は言を聞くと雖、
Καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες,
19 此世の心勞、富の惑、其他の諸欲入來りて、言を蔽塞ぎ、遂に實らざるに至る。 (aiōn g165)
καὶ αἱ μέριμναι τοῦ αἰῶνος, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι, συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. (aiōn g165)
20 沃壌に撒かれたるものは、言を聞きて之を受け、或いは三十倍或は六十倍或は百倍の果を結ぶものなり。
Καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν, ἓν τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν.”
21 又彼等に曰ひけるは、燈を持來るは、枡の下或は寝台の下に置かん為なるか、燭台の上に載せん為に非ずや、
Καὶ ἔλεγεν αὐτοῖς, “Μήτι ἔρχεται ὁ λύχνος, ἵνα ὑπὸ τὸν μόδιον τεθῇ, ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ;
22 即何事も隠されて顕れざるはなく、密にせられて遂に公に出でざるはなし。
Οὐ γάρ ἐστιν κρυπτὸν, ἐὰν μὴ ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλʼ ἵνα ἔλθῃ εἰς φανερόν.
23 聞く耳を有てる人は聞け。
Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.”
24 又彼等に曰ひけるは、汝等聞く所を慎め。汝等の量りたる量にて自らも量られ、而も更に加へられん、
Καὶ ἔλεγεν αὐτοῖς, “Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν.
25 其は有てる人は尚與へられ、有たざる人は其有てる所をも奪はるべければなり。
Ὃς γὰρ ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.”
26 又曰ひけるは、神の國は、恰人が地に種を蒔くが如し。
Καὶ ἔλεγεν, “Οὕτως ἐστὶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ: ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς,
27 夜晝寝起して知らざる間に、其種萌出でて生長す、
καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται– ὡς οὐκ οἶδεν αὐτός.
28 即地は自然に果を生じ、先苗、次に穂、次に穂に充てる麦を生じ、
Αὐτομάτη ἡ γῆ καρποφορεῖ: πρῶτον χόρτον, εἶτεν στάχυν, εἶτα πλήρης σῖτον ἐν τῷ στάχυϊ.
29 既に實りて収穫の時至れば、直に鎌を入るるなり。
Ὅταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.”
30 又曰ひけるは、我等神の國を何に擬へ、如何なる譬を以て喩へんか。
Καὶ ἔλεγεν, “Πῶς ὁμοιώσωμεν τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν;
31 是一粒の芥種の如し。地に播かるる時は地上の有ゆる種よりも小けれども、
Ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς,
32 播かれたる後は育ちて、長ちて萬の野菜より大きく、大いなる枝を生じて、空の鳥其蔭に栖むを得るに至る、と。
καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε ‘δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν’.”
33 イエズスは、人々の聞き得るに應じて、斯る多くの喩を以て教を語り給ひ、
Καὶ τοιαύταις παραβολαῖς πολλαῖς, ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν·
34 喩なくして人に語り給ふ事あらざりしが、弟子等には何事をも、別に解釈し居給へり。
χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατʼ ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς, ἐπέλυεν πάντα.
35 其日、暮に及びて、イエズス弟子等に、我等彼方の岸に渡らん、と曰ひしかば、
Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης, “Διέλθωμεν εἰς τὸ πέραν.”
36 彼等は群衆を去らしめ、イエズスを船に居給へる儘に乗せ往き、他の船等も是に伴ひたりき。
Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα πλοῖα ἦν μετʼ αὐτοῦ.
37 時に大風起りて、浪は船に打入り、船中に満つるに至りしが、
Καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη γεμίζεσθαι τὸ πλοῖον.
38 イエズスは艫の方に枕して寝ね給へるを、弟子等呼起して云ひけるは、師よ、我等の亡ぶるを顧み給はざるか、と。
Καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ, ἐπὶ τὸ προσκεφάλαιον καθεύδων. Καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, “Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;”
39 イエズス起きて風を戒め、又海に向ひて、黙せよ、静まれ、と曰ひしかば、風息みて大凪となれり。
Καὶ διεγερθεὶς, ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ, “Σιώπα, πεφίμωσο.” Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
40 又彼等に曰ひけるは、汝等何故に怖るるぞ、未信仰を有たざるか、と。
Καὶ εἶπεν αὐτοῖς, “Τί δειλοί ἐστε; Οὔπω ἔχετε πίστιν;”
41 彼等怖るる事甚しく、是は何人ぞや、風も湖もこれに從ふよ、と語合ひ居たり。
Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, “Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα αὐτῷ ὑπακούει;”

< マルコの福音書 4 >