< ルカの福音書 17 >

1 イエズス弟子等に曰ひけるは、躓きは來らざるを得ず、然れど之を來す人は禍なる哉、
Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, “Ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, πλὴν οὐαὶ διʼ οὗ ἔρχεται!
2 石磨を頚に懸けられて海に投入れらるるは、此小き者の一人を躓かするよりは、寧彼に取りて優れり。
Λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα.
3 汝等自ら注意せよ。若汝の兄弟汝に罪を犯さば之を諌めよ、而して若改心せば之を宥せ、
Προσέχετε ἑαυτοῖς! Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ.
4 一日に七度汝に罪を犯して、一日に七度改心すと云ひつつ汝に立ち返らば之を宥せ、と。
Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ, καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ, λέγων ‘Μετανοῶ’, ἀφήσεις αὐτῷ.”
5 使徒等、願くは我等の信仰を増し給へ、と主に云ひしかば、
Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ ˚Κυρίῳ, “Πρόσθες ἡμῖν πίστιν!”
6 主曰ひけるは、汝等若芥一粒程の信仰だにあらば、此桑の樹に向ひて、抜けて海に移り樹て、と云はんに、必ず汝等に順はん。
Εἶπεν δὲ ὁ ˚Κύριος, “Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, ‘Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ’, καὶ ὑπήκουσεν ἂν ὑμῖν.
7 汝等の中誰か、僕の耕し或は牧して畑より還れる時、之に向ひて、直に往きて食せよ、と云ふ者あらんや。
Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων, ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ, ‘Εὐθέως παρελθὼν ἀνάπεσε’;
8 却て我夕餉を支度し、我が飲食する中、帯して我に給仕せよ、さて後に汝飲食すべしと言ふに非ずや。
Ἀλλʼ οὐχὶ ἐρεῖ αὐτῷ, ‘Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ’;
9 命ぜし事を為したればとて、主人は彼僕に感謝するか、
Μὴ ἔχει χάριν τῷ δούλῳ, ὅτι ἐποίησεν τὰ διαταχθέντα;
10 我思ふに然らず。斯の如く、汝等も命ぜられし事を悉く為したらん時、我等は無益の僕なり、為すべき事を為したる耳と言へ、と。
Οὕτως καὶ ὑμεῖς ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι ‘Δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.’”
11 第三項 旅行の終 イエズスエルザレムへ赴き給ふとて、サマリアとガリレアとの中程を通り給ひしが、
Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴμ, καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας.
12 或村に入り給ふ時、十人の癩病者之を迎へて、遥に立止り、
Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν.
13 聲を揚げて云ひけるは、師イエズスよ、我等を憫み給へ、と。
Καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, “˚Ἰησοῦ, Ἐπιστάτα, ἐλέησον ἡμᾶς.”
14 イエズス之を見給ふや、汝等往きて己を司祭等に見せよ、と曰ひしかば、彼等往く程に、途中にて潔くなれり。
Καὶ ἰδὼν, εἶπεν αὐτοῖς, “Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν.” Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς, ἐκαθαρίσθησαν.
15 其中の一人己の潔くなりたるを見るや、聲高く神に光榮を歸しつつ還來り、
Εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν ˚Θεόν,
16 イエズスの足下に平伏して感謝せしが、是サマリア人なりき。
καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.
17 イエズス答へて曰ひけるは、潔くなりし者は十人に非ずや、其九人は何處にか居る、
Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν, “Οὐχ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ;
18 此異邦人の外は、立還りて神に光榮を歸し奉れる者見えざるなり、と。
Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ ˚Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;”
19 即ち之に曰ひけるは、立ちて往け、蓋汝の信仰汝を救へり、と。
Καὶ εἶπεν αὐτῷ, “Ἀναστὰς, πορεύου· ἡ πίστις σου σέσωκέν σε!”
20 神の國は何時來るべきかと、ファリザイ人に問はれし時、イエズス答へて曰ひけるは、神の國は目に見えて來るものに非ず、
Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ Βασιλεία τοῦ ˚Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, “Οὐκ ἔρχεται ἡ Βασιλεία τοῦ ˚Θεοῦ μετὰ παρατηρήσεως,
21 又、看よ、此處に在り彼處にありと云ふべきにも非ず、神の國は即ち汝等の中に在ればなり、と。
οὐδὲ ἐροῦσιν, ‘Ἰδοὺ, ὧδε’, ἤ, ‘Ἐκεῖ’. Ἰδοὺ γὰρ, ἡ Βασιλεία τοῦ ˚Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.”
22 又弟子等に曰ひけるは、汝等が人の子の一日を見んと欲する日來らん、然れど之を見ざるべし。
Εἶπεν δὲ πρὸς τοὺς μαθητάς, “Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε.
23 又人は、看よ此處に在り彼處に在り、と云はんも、往くこと勿れ、從ふこと勿れ、
Καὶ ἐροῦσιν ὑμῖν, ‘Ἰδοὺ, ἐκεῖ’, ἤ, ‘Ἰδοὺ, ὧδε’· μὴ ἀπέλθητε μηδὲ διώξητε.
24 其は電光の閃きて空の極より極に光る如く、人の子も其日に當りて然あるべければなり。
Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπʼ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ Υἱὸς τοῦ Ἀνθρώπου.
25 然れど豫め多くの苦を受け、且此時代の人に棄てられざるべからず。
Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.
26 ノエの日に起りし如く、人の子の日にも亦然あらん、
Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου:
27 即ちノエが方舟に入る日まで、人々飲食し、妻を娶り、娶せられ居りしが、洪水來りて悉く彼等を亡ぼせり。
ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας.
28 又ロトの日に起りし如くならん、即ち人々飲食し、売買し、植ゑ、建てなど為し居りしが、
Ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ: ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·
29 ロトがソドマより出でし日には、天より火と硫黄と降りて、彼等を悉く亡ぼせり。
ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπʼ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας.
30 人の子の現るべき日にも亦斯の如くなるべし。
Κατὰ ταῦτα ἔσται ᾗ ἡμέρᾳ, ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἀποκαλύπτεται.
31 其時人屋根に居りて器具家の内に在らば、之を取らんとて下るべからず、畑に居る人も亦同じく歸るべからず。
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν ἀγρῷ, ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
32 ロトの妻の事を憶へ。
Μνημονεύετε τῆς γυναικὸς Λώτ.
33 総て己が生命を救はんと欲する人は之を失ひ、失はん人は之を保たん。
Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι, ἀπολέσει αὐτήν, ὃς δʼ ἂν ἀπολέσῃ, ζῳογονήσει αὐτήν.
34 我汝等に告ぐ、彼夜には二人一個の寝牀に居らんに、一人は取られ一人は遺されん、
Λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλημφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται.
35 二人の婦共に磨挽き居らんに、一人は取られ一人は遺されん、二人の男畑に居らんに、一人は取られ一人は遺されん、と。
Ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ἡ μία παραλημφθήσεται, ἡ δὲ ἑτέρα ἀφεθήσεται.”
36 弟子等答へて、主よ、何處ぞ、と云ひしかば、
37 何處にもあれ、屍の在らん處に鷲も亦集るべし、と曰へり。
Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, “Ποῦ, ˚Κύριε;” Ὁ δὲ εἶπεν αὐτοῖς, “Ὅπου τὸ σῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται.”

< ルカの福音書 17 >