< ヘブル人への手紙 11 >

1 第二款 舊約時代の英雄の信仰の例 抑信仰は希望すべき事物の保證、見えざる事物の證據なり、
Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
2 蓋故人之を以て好評を得たり。
Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
3 信仰に由りて我等は、世界が神の一言にて組立てられ、現に見ゆるものが見ゆるものより成出でざりしことを暁る。 (aiōn g165)
Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι ˚Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων, τὸ βλεπόμενον γεγονέναι. (aiōn g165)
4 信仰に由りてアベルは、カインの其に優れる犠牲を神に献げ、信仰に由りて義人たる保證を受け、神其献物を保證し給ひ、彼は信仰に由りて死しても猶言ふなり。
Πίστει πλείονα θυσίαν, Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ ˚Θεῷ, διʼ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ ˚Θεοῦ, καὶ διʼ αὐτῆς, ἀποθανὼν ἔτι λαλεῖ.
5 信仰に由りてヘノクは、死を見ざらん為に移され、神之を移し給ひしに由りて見出されざりき、其は移転の前に神の御意に適へる事を證せられたればなり。
Πίστει Ἑνὼχ μετετέθη, τοῦ μὴ ἰδεῖν θάνατον, “καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ ˚Θεός”· πρὸ γὰρ τῆς μεταθέσεως, μεμαρτύρηται εὐηρεστηκέναι τῷ ˚Θεῷ.
6 信仰なくしては神の御意に適ふこと能はず、蓋神に近づき奉る人は、必ずや神の存在して之を求め奉る人々に報い給ふ者なる事を信ぜざるべからず。
Χωρὶς δὲ πίστεως, ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ ˚Θεῷ ὅτι ἔστιν, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν, μισθαποδότης γίνεται.
7 信仰によりてノエは、未だ見えざる事柄に就きて黙示を蒙り、畏みて家族を救はん為に方舟を造り、之を以て世の人を罪し、其身は信仰に由れる義の世嗣と為られたり。
Πίστει χρηματισθεὶς, Νῶε, περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς, κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, διʼ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης, ἐγένετο κληρονόμος.
8 信仰に由りてアブラハムは、承継ぐべき地に出づべしとの召に從ひ、何處に行くべきかを知らずして立出でたり。
Πίστει καλούμενος, Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
9 彼は約束の地に於て他國にあるが如く、同じ約束を相継ぐべきイザアク、ヤコブと共に幕屋に住めり、
Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
10 其は神を其設立者、建築者に戴ける、基礎ある都會を待てばなり。
ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ ˚Θεός.
11 信仰に由りてサラも、石女にして齢過ぎたるに孕を胎す力を得たり、是約し給へる者の忠實に在す事を信じたるが故なり、
Πίστει καὶ αὐτὴ Σάρρᾳ δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.
12 斯て一人より、而も既に死せるに齊しき者より出でし人、空の星の如く夥しく、海辺の眞砂の如く數へ難し。
Διὸ καὶ ἀφʼ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, “καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος, ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἡ ἀναρίθμητος”.
13 彼等は皆信仰に從ひ、約束のものを受けずして死したれども、遥に望みて之を祝し、地上に於て己は旅人たり寄留人たる事を宣言せり。
Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ προσδεξάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.
14 斯く語る人々は、是本國を求むる事を示す者なり。
Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.
15 若其懐へる所曾て出でたる本國ならば、復還る時もありしならん、
Καὶ εἰ μὲν ἐκείνης μνημονεύουσιν ἀφʼ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι.
16 然れど彼等は、今一層善きもの、即ち天の[本國]を慕ひしなり、故に神は彼等の神と呼ばるるを耻とし給はず、其は彼等の為に都會を備へ給ひたればなり。
Νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτʼ ἔστιν ἐπουρανίου. Διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ ˚Θεὸς, ˚Θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
17 信仰に由りてアブラハムは、試みられし時イザアクを献げたり、其献げたりしは、約束を蒙りたりし獨子にして、
Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν, ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
18 曾て「汝の子孫と稱へらるるはイザアクによるべし」と謂はれし其者なりき。
πρὸς ὃν ἐλαλήθη, ὅτι “Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα”,
19 即ち彼謂へらく、神は死したる人々をも復活せしむるを得給ふなりと、而して前表として其子を還與へられたり。
λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ ˚Θεός, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
20 信仰に由りてイザアクは、将來の事に就きてヤコブとエザウとを祝福せり。
Πίστει καὶ περὶ μελλόντων, εὐλόγησεν Ἰσαὰκ, τὸν Ἰακὼβ, καὶ τὸν Ἠσαῦ.
21 信仰に由りてヤコブは、死に臨みてヨゼフの子等を各祝福し、杖の首に倚りて禮拝せり。
Πίστει Ἰακὼβ, ἀποθνῄσκων, ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
22 信仰に由りてヨゼフは、死に臨みてイスラエルの子等の出立を思はしめ、己が骸骨に就きて命を下せり。
Πίστει Ἰωσὴφ, τελευτῶν, περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
23 信仰に由りてモイゼは、生れて三月の間兩親によりて匿されたり、是其子の美しきを見たるが故にして、彼等は國王の命令を懼れざりき。
Πίστει Μωϋσῆς, γεννηθεὶς, ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
24 信仰に由りてモイゼは、成長してファラオンの女の子たる事を否めり、
Πίστει Μωϋσῆς, μέγας γενόμενος, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
25 即ち罪によれる暫時の快樂よりも、寧神の民と共に悩むことを擇み、
μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ ˚Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,
26 キリストの耻辱を以てエジプトの寳に優れる富とせり、其は報酬を眺め居たればなり。
μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν, τὸν ὀνειδισμὸν τοῦ ˚Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
27 信仰に由りて彼は、國王の怒を怖れずしてエジプトを去れり、即ち見えざる所を見るが如くにして忍耐せしなり。
Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν, ἐκαρτέρησεν.
28 信仰に由りて彼は過越を祝ひ、又長子を亡ぼせる者の彼等に触れざらん為、[羔の]血を沃ぐ禮を行へり。
Πίστει πεποίηκεν τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
29 信仰に由りて彼等は、紅海を陸の如くにして渡れり、エジプト人は之を試みて溺れたりき。
Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν, ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες, οἱ Αἰγύπτιοι κατεπόθησαν.
30 信仰に由りてエリコの城壁は、七日の間廻られて崩れたり。
Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
31 信仰に由りて娼婦ラハブは、探偵者を懇切に接待せしかば、不信者と共には亡びざりき。
Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετʼ εἰρήνης.
32 此外に我何をか言はん、ゲデオン、バラク、サムソン、イエフテ、ダヴィド、サムエル及び預言者等の事を述べんには時足らざるべし。
Καὶ τί ἔτι λέγω; Ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος, περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν,
33 信仰に由りて彼等は、國々に打ち勝ち、義を行ひ、約束を蒙り、獅子の口を塞ぎ、
οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
34 火の勢を消し、剣の刃を迯れ、弱きを強うせられ、軍に勇ましき者と成りて異邦人の陣を破り、
ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.
35 婦人等は其死したりし者を復活を以て還與へられ、或人々は引裂かれて、勝れたる復活を得ん為に迯るる事を肯ぜず、
Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν, ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
36 或人々は侮辱打擲の上に捕縛入獄に遇ひ、
ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς.
37 石を擲たれ、鋸にて挽かれ、試され、剣にて殺され、羊山羊の毛皮を纏ひて萬事に缺乏し、責められ悩まされて流浪せり。
Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
38 世は此人々を置くに堪へざりしに、彼等は荒地に山に、地の洞及び穴の内に彷徨ひしなり。
ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι, καὶ ὄρεσιν, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.
39 彼等も皆信仰の稱揚を得たれども、約束のものをば得ざりき。
Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
40 是神が我等の為に更に宜しき事を圖り給ひて、我等と共にならでは彼等の全うせられざらん為なり。
τοῦ ˚Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

< ヘブル人への手紙 11 >