< ペテロの手紙第一 4 >

1 キリスト既に肉身に於て苦しみ給ひたれば、汝等も亦同じ心得を以て武器とせよ。蓋肉身に苦しみたる人は、是罪を罷めたるものにして、
˚Χριστοῦ οὖν παθόντος σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας,
2 最早人の慾に從はず、神の思召に從ひて肉體に殘れる時を過ごさんとするものなり。
εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι ˚Θεοῦ, τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
3 蓋我等既往に於ては、異邦人の望を全うして、淫亂、情慾、酔狂、暴食、暴飲及び邪なる偶像崇拝に生活せし事にて足れり。
Ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις.
4 彼等は汝等が同様なる放蕩の極に走らざるを怪しみて之を罵れども、
Ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·
5 今已に生者と死者とを審判せんとして待設け給へる者に報告し奉るべし。
οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως κρῖναι ζῶντας καὶ νεκρούς.
6 蓋福音が死者にも宣傳へられしは之が為、即ち死者が人の通例に從ひて、肉身は審判を受けたりとも、霊は神によりて活きん為なり。
Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ, ζῶσι δὲ κατὰ ˚Θεὸν πνεύματι.
7 第一項 現に守るべき行状。 第三編 キリスト教會の内面の生活に関する勧。 萬物の終は已に近づけり、然れば汝等慎み祈りつつ警戒せよ。
Πάντων δὲ τὸ τέλος ἤγγικεν. Σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς·
8 何事よりも先に互に厚き愛を有せよ、愛は多くの罪を覆へばなり。
πρὸ πάντων, τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν·
9 苦情なく相接待し、
φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ·
10 各受けたる賜に應じて神の様々なる恩寵の善き分配者として、互に之を供給せよ。
ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος ˚Θεοῦ.
11 即ち人語る時は神の御言を語るが如くし、務むる時は神の賜へる能力を以てするが如くすべし。是神が一切に於てイエズス、キリストを以て尊ばれ給はん為にして、光榮と主権と世々之に歸す、アメン。 (aiōn g165)
Εἴ τις λαλεῖ, ὡς λόγια ˚Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ ˚Θεός, ἵνα ἐν πᾶσιν δοξάζηται ὁ ˚Θεὸς διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν! (aiōn g165)
12 至愛なる者よ、汝等を試みんとする火の如き苦を、新奇なるものの到來せるが如くに怪しむ勿れ、
Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ, ὡς ξένου ὑμῖν συμβαίνοντος,
13 却てキリストの苦に與る者として喜べ、是其光榮の顕れん時、汝も亦喜に耐へざらん為なり。
ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ ˚Χριστοῦ παθήμασιν, χαίρετε ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
14 汝等若キリストの御名の為に侮辱せらるる事あらば福なるべし、其は光榮の霊、即ち神の霊汝等の上に止り給へばなり。
Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι ˚Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ ˚Θεοῦ ˚Πνεῦμα, ἐφʼ ὑμᾶς ἀναπαύεται.
15 然れど或は人殺、或は盗人、或は惡漢、或は他人の事に立入る者として苦しめらるる者は、汝等の中に一人も之あるべからず。
Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς, ἢ κλέπτης, ἢ κακοποιὸς, ἢ ὡς ἀλλοτριεπίσκοπος.
16 若キリスト信者として苦しめられなば耻づる事なく、却て此名に對して神に光榮を歸し奉るべし。
Εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν ˚Θεὸν ἐν τῷ ὀνόματι τούτῳ.
17 蓋時は來れり、審判は神の家より始まらんとす、若我等より始まらば、神の福音を信ぜざる人々の果は如何に成るべき。
Ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ ˚Θεοῦ· εἰ δὲ πρῶτον ἀφʼ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ ˚Θεοῦ εὐαγγελίῳ;
18 若又義人にして辛く救はれなば、敬虔ならざる者と罪人とは何處にか立つべき。
“Καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;”
19 然れは神の思召に從ひて苦しむ人々は善を為して、眞實にて在す造物主に其魂を頼み奉るべきなり。
Ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ ˚Θεοῦ, πιστῷ Κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.

< ペテロの手紙第一 4 >