< イザヤ書 60 >

1 起よひかりを發て なんぢの光きたりヱホバの榮光なんぢのうへに照出たればなり
φωτίζου φωτίζου Ιερουσαλημ ἥκει γάρ σου τὸ φῶς καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν
2 視よくらきは地をおほひ闇はもろもろの民をおほはん されど汝の上にはヱホバ照出たまひてその榮光なんぢのうへに顯はるべし
ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν ἐπ’ ἔθνη ἐπὶ δὲ σὲ φανήσεται κύριος καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται
3 もろもろの國はなんぢの光にゆき もろもろの王はてり出るなんぢが光輝にゆかん
καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου
4 なんぢの目をあげて環視せ かれらは皆つどひて汝にきたり 汝の子輩はとほきより來り なんぢの女輩はいだかれて來らん
ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου ἰδοὺ ἥκασιν πάντες οἱ υἱοί σου μακρόθεν καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται
5 そのときなんぢ視てよろこびの光をあらはし なんぢの心おどろきあやしみ且ひろらかになるべし そは海の富はうつりて汝につき もろもろの國の貨財はなんぢに來るべければなり
τότε ὄψῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν καὶ ἥξουσίν σοι
6 おほくの駱駝ミデアンおよびエバのわかき駱駝なんぢの中にあまねくみち シバのもろもろの人こがね乳香をたづさへきたりてヱホバの譽をのべつたへん
ἀγέλαι καμήλων καὶ καλύψουσίν σε κάμηλοι Μαδιαμ καὶ Γαιφα πάντες ἐκ Σαβα ἥξουσιν φέροντες χρυσίον καὶ λίβανον οἴσουσιν καὶ τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται
7 ケダルのひつじの群はみな汝にあつまりきたり ネバヨテの牡羊はなんぢに事へ わが祭壇のうへにのぼりて受納られん 斯てわれわが榮光の家をかがやかすべし
καὶ πάντα τὰ πρόβατα Κηδαρ συναχθήσονταί σοι καὶ κριοὶ Ναβαιωθ ἥξουσίν σοι καὶ ἀνενεχθήσεται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται
8 雲のごとくにとび鳩のその窠にとびかへるが如くしてきたる者はたれぞ
τίνες οἵδε ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς
9 もろもろの島はわれを俟望み タルシシのふねは首先になんぢの子輩をとほきより載きたり 並かれらの金銀をともにのせきたりてなんぢの神ヱホバの名にささげ イスラエルの聖者にささげん ヱホバなんぢを輝かせたまひたればなり
ἐμὲ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσις ἐν πρώτοις ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ’ αὐτῶν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ισραηλ ἔνδοξον εἶναι
10 異邦人はなんぢの石垣をきづき かれらの王等はなんぢに事へん そは我いかりて汝をうちしかどまた惠をもて汝を憐みたればなり
καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε
11 なんぢの門はつねに開きて夜も日もとざすことなし こは人もろもろの國の貨財をなんぢに携へきたり その王等をひきゐ來らんがためなり
καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ βασιλεῖς ἀγομένους
12 なんぢに事へざる國と民とはほろび そのくにぐには全くあれすたるべし
τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς οἵτινες οὐ δουλεύσουσίν σοι ἀπολοῦνται καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται
13 レバノンの榮はなんぢにきたり 松 杉 黄楊はみな共にきたりて我が聖所をかがやかさん われ亦わが足をおく所をたふとくすべし
καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου
14 汝を苦しめたるものの子輩はかがみて汝にきたり 汝をさげしめたる者はことごとくなんぢの足下にふし 斯て汝をヱホバの都イスラエルの聖者のシオンととなへん
καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε καὶ κληθήσῃ πόλις κυρίου Σιων ἁγίου Ισραηλ
15 なんぢ前にはすてられ憎まれてその中をすぐる者もなかりしが 今はわれ汝をとこしへの華美よよの歡喜となさん
διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην καὶ οὐκ ἦν ὁ βοηθῶν καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον εὐφροσύνην γενεῶν γενεαῖς
16 なんぢ亦もろもろの國の乳をすひ王たちの乳房をすひ 而して我ヱホバなんぢの救主なんぢの贖主ヤコブの全能者なるを知るべし
καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι καὶ γνώσῃ ὅτι ἐγὼ κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ισραηλ
17 われ黄金をたづさへきたりて赤銅にかへ 白銀をたづさへきたりて鐵にかへ 赤銅を木にかへ鐵を石にかへ なんぢの施政者をおだやかにし なんぢを役するものを義うせん
καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν ἀντὶ δὲ λίθων σίδηρον καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ
18 強暴のこと再びなんぢの地にきこえず 殘害と敗壞とはふたたびなんぢの境にきこえず 汝その石垣をすくひととなへ その門を譽ととなへん
καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου καὶ αἱ πύλαι σου γλύμμα
19 晝は日ふたたびなんぢの光とならず 月もまた輝きてなんぢを照さず ヱホバ永遠になんぢの光となり なんぢの神はなんぢの榮となり給はん
καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα ἀλλ’ ἔσται σοι κύριος φῶς αἰώνιον καὶ ὁ θεὸς δόξα σου
20 なんぢの日はふたたび落ず なんぢの月はかくることなかるべし そはヱホバ永遠になんぢの光となり 汝のかなしみの日畢るべければなり
οὐ γὰρ δύσεται ὁ ἥλιός σοι καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει ἔσται γὰρ κύριός σοι φῶς αἰώνιον καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου
21 汝の民はことごとく義者となりてとこしへに地を嗣ん かれはわが植たる樹株わが手の工わが榮光をあらはす者となるべし
καὶ ὁ λαός σου πᾶς δίκαιος καὶ δῑ αἰῶνος κληρονομήσουσιν τὴν γῆν φυλάσσων τὸ φύτευμα ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν
22 その小きものは千となり その弱きものは強國となるべし われヱホバその時いたらば速かにこの事をなさん
ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς

< イザヤ書 60 >