< 申命記 29 >

1 ヱホバ、モーセに命じモアブの地にてイスラエルの子孫と契約を結ばしめたまふその言は斯のごとし是はホレブにてかれらと結びし契約の外なる者なり
οὗτοι οἱ λόγοι τῆς διαθήκης οὓς ἐνετείλατο κύριος Μωυσῇ στῆσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Μωαβ πλὴν τῆς διαθήκης ἧς διέθετο αὐτοῖς ἐν Χωρηβ
2 モーセ、イスラエルの全家を呼あつめて之に言けるは汝らはヱホバがエジプトの地において汝らの目の前にてパロとその臣下とその全地とに爲たまひし一切の事を觀たり
καὶ ἐκάλεσεν Μωυσῆς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς ὑμεῖς ἑωράκατε πάντα ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραω καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ
3 即ち其大なる試煉と徴證と大なる奇跡とを汝目に觀たるなり
τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα
4 然るにヱホバ今日にいたるまで汝らの心をして悟ることなく目をして見ることなく耳をして聞ことなからしめたまへり
καὶ οὐκ ἔδωκεν κύριος ὁ θεὸς ὑμῖν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης
5 四十年の間われ汝らを導きて曠野を通りしが汝らの身の衣服は古びず汝の足の鞋は古びざりき
καὶ ἤγαγεν ὑμᾶς τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν
6 汝らはまたパンをも食はず葡萄酒をも濃酒をも飮ざりき斯ありて汝らは我が汝らの神ヱホバなることを知り
ἄρτον οὐκ ἐφάγετε οἶνον καὶ σικερα οὐκ ἐπίετε ἵνα γνῶτε ὅτι οὗτος κύριος ὁ θεὸς ὑμῶν
7 汝らこの處に來りし時ヘシボンの王シホンおよびバシヤンの王オグ我らを迎へて戰ひしが我らこれを打敗りて
καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου καὶ ἐξῆλθεν Σηων βασιλεὺς Εσεβων καὶ Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν ἡμῖν ἐν πολέμῳ καὶ ἐπατάξαμεν αὐτοὺς
8 その地を取りこれをルベン人とガド人とマナセの半支派とに與へて產業となさしめたり
καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ρουβην καὶ τῷ Γαδδι καὶ τῷ ἡμίσει φυλῆς Μανασση
9 然ば汝らこの契約の言を守りてこれを行ふべし然れば汝らの凡て爲ところに祥あらん
καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης ἵνα συνῆτε πάντα ὅσα ποιήσετε
10 汝らみな今日なんぢらの神ヱホバの前に立つ即ち汝らの首領等なんぢらの支派なんぢらの長老等および汝らの牧司等などイスラエルの一切の人
ὑμεῖς ἑστήκατε πάντες σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν οἱ ἀρχίφυλοι ὑμῶν καὶ ἡ γερουσία ὑμῶν καὶ οἱ κριταὶ ὑμῶν καὶ οἱ γραμματοεισαγωγεῖς ὑμῶν πᾶς ἀνὴρ Ισραηλ
11 汝らの小き者等汝らの妻ならびに汝らの營の中にをる客旅など凡て汝のために薪を割る者より水を汲む者にいたるまで皆ヱホバの前に立て
αἱ γυναῖκες ὑμῶν καὶ τὰ ἔκγονα ὑμῶν καὶ ὁ προσήλυτος ὁ ἐν μέσῳ τῆς παρεμβολῆς ὑμῶν ἀπὸ ξυλοκόπου ὑμῶν καὶ ἕως ὑδροφόρου ὑμῶν
12 汝の神ヱホバの契約に入んとし又汝の神ヱホバの汝にむかひて今日なしたまふところの誓に入んとす
παρελθεῖν ἐν τῇ διαθήκῃ κυρίου τοῦ θεοῦ σου καὶ ἐν ταῖς ἀραῖς αὐτοῦ ὅσα κύριος ὁ θεός σου διατίθεται πρὸς σὲ σήμερον
13 然ばヱホバさきに汝に言しごとくまた汝の先祖アブラハム、イサク、ヤコブに誓ひしごとく今日なんぢを立て己の民となし己みづから汝の神となりたまはん
ἵνα στήσῃ σε αὐτῷ εἰς λαόν καὶ αὐτὸς ἔσται σου θεός ὃν τρόπον εἶπέν σοι καὶ ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ
14 我はただ汝らと而已此契約と誓とを結ぶにあらず
καὶ οὐχ ὑμῖν μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην καὶ τὴν ἀρὰν ταύτην
15 今日此にてわれらの神ヱホバの前に我らとともにたちをる者ならびに今日われらとともに此にたち居ざる者ともこれを結ぶなり
ἀλλὰ καὶ τοῖς ὧδε οὖσι μεθ’ ἡμῶν σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ τοῖς μὴ οὖσιν μεθ’ ἡμῶν ὧδε σήμερον
16 我らは如何にエジプトの地に住をりしか如何に國々を通り來りしか汝らこれを知り
ὅτι ὑμεῖς οἴδατε ὡς κατῳκήσαμεν ἐν γῇ Αἰγύπτῳ καὶ παρήλθομεν ἐν μέσῳ τῶν ἐθνῶν οὓς παρήλθετε
17 汝らはまた木石金銀にて造れる憎むべき物および偶像のその國々にあるを見たり
καὶ εἴδετε τὰ βδελύγματα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν ξύλον καὶ λίθον ἀργύριον καὶ χρυσίον ἅ ἐστιν παρ’ αὐτοῖς
18 然ば汝らの中に今日その心に我らの神ヱホバを離れて其等の國々の神に往て事ふる男女宗族支派などあるべからず又なんぢらの中に葶藶または茵蔯を生ずる根あるべからず
μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ ἢ γυνὴ ἢ πατριὰ ἢ φυλή τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθαι λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων μή τίς ἐστιν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ
19 斯る人はこの呪詛の言を聞もその心に自ら幸福なりと思ひて言ん我はわが心を剛愎にして事をなすも尚平安なり終には酔飽る者をもて渇ける者を除くにいたらんと
καὶ ἔσται ἐὰν ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων ὅσιά μοι γένοιτο ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι ἵνα μὴ συναπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον
20 是のごとき人はヱホバかならず之を赦したまはじ還てヱホバの忿怒と嫉妬の火これが上に燃えまたこの書にしるしたる災禍みなその身に加はらんヱホバつひにその人の名を天が下より抹さりたまふべし
οὐ μὴ θελήσῃ ὁ θεὸς εὐιλατεῦσαι αὐτῷ ἀλλ’ ἢ τότε ἐκκαυθήσεται ὀργὴ κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου καὶ ἐξαλείψει κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν
21 ヱホバすなはちイスラエルの諸の支派の中よりその人を分ちてこれに災禍を下しこの律法の書にしるしたる契約中の諸の呪詛のごとくしたまはん
καὶ διαστελεῖ αὐτὸν κύριος εἰς κακὰ ἐκ πάντων τῶν υἱῶν Ισραηλ κατὰ πάσας τὰς ἀρὰς τῆς διαθήκης τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου
22 汝等の後に起る汝らの子孫の代の人および遠き國より來る客旅この地の災禍を見またヱホバがこの地に流行せたまふ疾病を見て言ところあらん
καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα οἱ υἱοὶ ὑμῶν οἳ ἀναστήσονται μεθ’ ὑμᾶς καὶ ὁ ἀλλότριος ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς ἃς ἀπέστειλεν κύριος ἐπ’ αὐτήν
23 即ち彼ら見るにその全地は硫黄となり鹽となり且燒土となりて種も蒔れず產する所もなく何の草もその上に生せずして彼の昔ヱホバがその震怒と忿恨とをもて毀ちたましソドム、ゴモラ、アデマ、ゼポイムの毀たれたると同じかるべければ
θεῖον καὶ ἅλα κατακεκαυμένον πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται οὐδὲ ἀνατελεῖ οὐδὲ μὴ ἀναβῇ ἐπ’ αὐτὴν πᾶν χλωρόν ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα Αδαμα καὶ Σεβωιμ ἃς κατέστρεψεν κύριος ἐν θυμῷ καὶ ὀργῇ
24 彼らも國々の人もみな言んヱホバ何とて斯この地になしたるやこの烈しき大なる震怒は何事ぞやと
καὶ ἐροῦσιν πάντα τὰ ἔθνη διὰ τί ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος
25 その時人應へて曰ん彼らはその先祖たちの神ヱホバがエジプトの地より彼らを導きいだして彼らと結びたるその契約を棄て
καὶ ἐροῦσιν ὅτι κατελίποσαν τὴν διαθήκην κυρίου τοῦ θεοῦ τῶν πατέρων αὐτῶν ἃ διέθετο τοῖς πατράσιν αὐτῶν ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου
26 往て己の識ずまた授らざる他の神々に事へてこれを拝みたるが故なり
καὶ πορευθέντες ἐλάτρευσαν θεοῖς ἑτέροις καὶ προσεκύνησαν αὐτοῖς οἷς οὐκ ἠπίσταντο οὐδὲ διένειμεν αὐτοῖς
27 是をもてヱホバこの地にむかひて震怒を發しこの書にしるしたる諸の災禍をこれに下し
καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπ’ αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου
28 而してヱホバ震怒と忿恨と大なる憤怨をもて彼らをこの地より抜とりてこれを他の國に投やれりその状今日のごとし
καὶ ἐξῆρεν αὐτοὺς κύριος ἀπὸ τῆς γῆς αὐτῶν ἐν θυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σφόδρα καὶ ἐξέβαλεν αὐτοὺς εἰς γῆν ἑτέραν ὡσεὶ νῦν
29 隠微たる事は我らの神ヱホバに屬する者なりまた顯露されたる事は我らと我らの子孫に屬し我らをしてこの律法の諸の言を行はしむる者なり
τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ ἡμῶν τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου

< 申命記 29 >