< הושע 13 >

כדבר אפרים רתת נשא הוא בישראל ויאשם בבעל וימת 1
κατὰ τὸν λόγον Εφραιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τῷ Ισραηλ καὶ ἔθετο αὐτὰ τῇ Βααλ καὶ ἀπέθανεν
ועתה יוספו לחטא ויעשו להם מסכה מכספם כתבונם עצבים מעשה חרשים כלה להם הם אמרים זבחי אדם עגלים ישקון 2
καὶ προσέθετο τοῦ ἁμαρτάνειν ἔτι καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ’ εἰκόνα εἰδώλων ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς αὐτοὶ λέγουσιν θύσατε ἀνθρώπους μόσχοι γὰρ ἐκλελοίπασιν
לכן יהיו כענן בקר וכטל משכים הלך כמץ יסער מגרן וכעשן מארבה 3
διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη ὥσπερ χνοῦς ἀποφυσώμενος ἀφ’ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ ἀκρίδων
ואנכי יהוה אלהיך מארץ מצרים ואלהים זולתי לא תדע ומושיע אין בלתי 4
ἐγὼ δὲ κύριος ὁ θεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ
אני ידעתיך במדבר--בארץ תלאבות 5
ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀοικήτῳ
כמרעיתם וישבעו--שבעו וירם לבם על כן שכחוני 6
κατὰ τὰς νομὰς αὐτῶν καὶ ἐνεπλήσθησαν εἰς πλησμονήν καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν ἕνεκα τούτου ἐπελάθοντό μου
ואהי להם כמו שחל--כנמר על דרך אשור 7
καὶ ἔσομαι αὐτοῖς ὡς πανθὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν Ἀσσυρίων
אפגשם כדב שכול ואקרע סגור לבם ואכלם שם כלביא חית השדה תבקעם 8
ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη καὶ διαρρήξω συγκλεισμὸν καρδίας αὐτῶν καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ θηρία ἀγροῦ διασπάσει αὐτούς
שחתך ישראל כי בי בעזרך 9
τῇ διαφθορᾷ σου Ισραηλ τίς βοηθήσει
אהי מלכך אפוא ויושיעך בכל עריך ושפטיך--אשר אמרת תנה לי מלך ושרים 10
ποῦ ὁ βασιλεύς σου οὗτος καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσίν σου κρινάτω σε ὃν εἶπας δός μοι βασιλέα καὶ ἄρχοντα
אתן לך מלך באפי ואקח בעברתי 11
καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου καὶ ἔσχον ἐν τῷ θυμῷ μου
צרור עון אפרים צפונה חטאתו 12
συστροφὴν ἀδικίας Εφραιμ ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ
חבלי יולדה יבאו לו הוא בן לא חכם כי עת לא יעמד במשבר בנים 13
ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ οὗτος ὁ υἱός σου οὐ φρόνιμος διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων
מיד שאול אפדם ממות אגאלם אהי דבריך מות אהי קטבך שאול--נחם יסתר מעיני (Sheol h7585) 14
ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς ποῦ ἡ δίκη σου θάνατε ποῦ τὸ κέντρον σου ᾅδη παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μου (Sheol h7585)
כי הוא בין אחים יפריא יבוא קדים רוח יהוה ממדבר עלה ויבוש מקורו ויחרב מעינו--הוא ישסה אוצר כל כלי חמדה 15
διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ ἐπάξει ἄνεμον καύσωνα κύριος ἐκ τῆς ἐρήμου ἐπ’ αὐτόν καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ ἐξερημώσει τὰς πηγὰς αὐτοῦ αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ
תאשם שמרון כי מרתה באלהיה בחרב יפלו--עלליהם ירטשו והריותיו יבקעו 16
ἀφανισθήσεται Σαμάρεια ὅτι ἀντέστη πρὸς τὸν θεὸν αὐτῆς ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοί καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαρραγήσονται

< הושע 13 >