< Κατα Ματθαιον 26 >

1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπε τοῖς μαθηταῖς αὐτοῦ,
και εγενετο οτε ετελεσεν ο ιησουσ παντασ τουσ λογουσ τουτουσ ειπεν τοισ μαθηταισ αυτου
2 Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
οιδατε οτι μετα δυο ημερασ το πασχα γινεται και ο υιοσ του ανθρωπου παραδιδοται εισ το σταυρωθηναι
3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
τοτε συνηχθησαν οι αρχιερεισ και οι γραμματεισ και οι πρεσβυτεροι του λαου εισ την αυλην του αρχιερεωσ του λεγομενου καιαφα
4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν.
και συνεβουλευσαντο ινα τον ιησουν δολω κρατησωσιν και αποκτεινωσιν
5 Ἔλεγον δέ, Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
ελεγον δε μη εν τη εορτη ινα μη θορυβοσ γενηται εν τω λαω
6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
του δε ιησου γενομενου εν βηθανια εν οικια σιμωνοσ του λεπρου
7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.
προσηλθεν αυτω γυνη αλαβαστρον μυρου εχουσα βαρυτιμου και κατεχεεν επι την κεφαλην αυτου ανακειμενου
8 Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν, λέγοντες, Εἰς τί ἡ ἀπώλεια αὕτη;
ιδοντεσ δε οι μαθηται αυτου ηγανακτησαν λεγοντεσ εισ τι η απωλεια αυτη
9 Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ, καὶ δοθῆναι πτωχοῖς.
ηδυνατο γαρ τουτο το μυρον πραθηναι πολλου και δοθηναι πτωχοισ
10 Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.
γνουσ δε ο ιησουσ ειπεν αυτοισ τι κοπουσ παρεχετε τη γυναικι εργον γαρ καλον ειργασατο εισ εμε
11 Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
παντοτε γαρ τουσ πτωχουσ εχετε μεθ εαυτων εμε δε ου παντοτε εχετε
12 Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
βαλουσα γαρ αυτη το μυρον τουτο επι του σωματοσ μου προσ το ενταφιασαι με εποιησεν
13 Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
αμην λεγω υμιν οπου εαν κηρυχθη το ευαγγελιον τουτο εν ολω τω κοσμω λαληθησεται και ο εποιησεν αυτη εισ μνημοσυνον αυτησ
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς,
τοτε πορευθεισ εισ των δωδεκα ο λεγομενοσ ιουδασ ισκαριωτησ προσ τουσ αρχιερεισ
15 εἶπε, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια,
ειπεν τι θελετε μοι δουναι καγω υμιν παραδωσω αυτον οι δε εστησαν αυτω τριακοντα αργυρια
16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
και απο τοτε εζητει ευκαιριαν ινα αυτον παραδω
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσομέν σοι φαγεῖν τὸ Πάσχα;
τη δε πρωτη των αζυμων προσηλθον οι μαθηται τω ιησου λεγοντεσ αυτω που θελεισ ετοιμασομεν σοι φαγειν το πασχα
18 Ὁ δὲ εἶπεν, Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ, Ὁ διδάσκαλος λέγει, Ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σε ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.
ο δε ειπεν υπαγετε εισ την πολιν προσ τον δεινα και ειπατε αυτω ο διδασκαλοσ λεγει ο καιροσ μου εγγυσ εστιν προσ σε ποιω το πασχα μετα των μαθητων μου
19 Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα.
και εποιησαν οι μαθηται ωσ συνεταξεν αυτοισ ο ιησουσ και ητοιμασαν το πασχα
20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.
οψιασ δε γενομενησ ανεκειτο μετα των δωδεκα
21 Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
και εσθιοντων αυτων ειπεν αμην λεγω υμιν οτι εισ εξ υμων παραδωσει με
22 Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν, Μήτι ἐγώ εἰμι, Κύριε;
και λυπουμενοι σφοδρα ηρξαντο λεγειν αυτω εκαστοσ αυτων μητι εγω ειμι κυριε
23 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ὁ ἐμβάψας μετ᾽ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει.
ο δε αποκριθεισ ειπεν ο εμβαψασ μετ εμου εν τω τρυβλιω την χειρα ουτοσ με παραδωσει
24 Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
ο μεν υιοσ του ανθρωπου υπαγει καθωσ γεγραπται περι αυτου ουαι δε τω ανθρωπω εκεινω δι ου ο υιοσ του ανθρωπου παραδιδοται καλον ην αυτω ει ουκ εγεννηθη ο ανθρωποσ εκεινοσ
25 Ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε, Μήτι ἐγώ εἰμι, ῥαββί; Λέγει αὐτῷ, Σὺ εἶπας.
αποκριθεισ δε ιουδασ ο παραδιδουσ αυτον ειπεν μητι εγω ειμι ραββι λεγει αυτω συ ειπασ
26 Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς, καὶ εἶπε, Λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου.
εσθιοντων δε αυτων λαβων ο ιησουσ τον αρτον και ευχαριστησασ εκλασεν και εδιδου τοισ μαθηταισ και ειπεν λαβετε φαγετε τουτο εστιν το σωμα μου
27 Καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς, λέγων, Πίετε ἐξ αὐτοῦ πάντες·
και λαβων το ποτηριον και ευχαριστησασ εδωκεν αυτοισ λεγων πιετε εξ αυτου παντεσ
28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
τουτο γαρ εστιν το αιμα μου το τησ καινησ διαθηκησ το περι πολλων εκχυνομενον εισ αφεσιν αμαρτιων
29 Λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
λεγω δε υμιν οτι ου μη πιω απ αρτι εκ τουτου του γεννηματοσ τησ αμπελου εωσ τησ ημερασ εκεινησ οταν αυτο πινω μεθ υμων καινον εν τη βασιλεια του πατροσ μου
30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
και υμνησαντεσ εξηλθον εισ το οροσ των ελαιων
31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης.
τοτε λεγει αυτοισ ο ιησουσ παντεσ υμεισ σκανδαλισθησεσθε εν εμοι εν τη νυκτι ταυτη γεγραπται γαρ παταξω τον ποιμενα και διασκορπισθησεται τα προβατα τησ ποιμνησ
32 Μετὰ δὲ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
μετα δε το εγερθηναι με προαξω υμασ εισ την γαλιλαιαν
33 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι.
αποκριθεισ δε ο πετροσ ειπεν αυτω ει παντεσ σκανδαλισθησονται εν σοι εγω δε ουδεποτε σκανδαλισθησομαι
34 Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.
εφη αυτω ο ιησουσ αμην λεγω σοι οτι εν ταυτη τη νυκτι πριν αλεκτορα φωνησαι τρισ απαρνηση με
35 Λέγει αὐτῷ ὁ Πέτρος, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσωμαι. Ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον.
λεγει αυτω ο πετροσ καν δεη με συν σοι αποθανειν ου μη σε απαρνησωμαι ομοιωσ δε και παντεσ οι μαθηται ειπον
36 Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς, Καθίσατε αὐτοῦ, ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ.
τοτε ερχεται μετ αυτων ο ιησουσ εισ χωριον λεγομενον γεθσημανη και λεγει τοισ μαθηταισ καθισατε αυτου εωσ ου απελθων προσευξωμαι εκει
37 Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
και παραλαβων τον πετρον και τουσ δυο υιουσ ζεβεδαιου ηρξατο λυπεισθαι και αδημονειν
38 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ.
τοτε λεγει αυτοισ ο ιησουσ περιλυποσ εστιν η ψυχη μου εωσ θανατου μεινατε ωδε και γρηγορειτε μετ εμου
39 Καὶ προσελθὼν μικρόν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾽ ὡς σύ.
και προσελθων μικρον επεσεν επι προσωπον αυτου προσευχομενοσ και λεγων πατερ μου ει δυνατον εστιν παρελθετω απ εμου το ποτηριον τουτο πλην ουχ ωσ εγω θελω αλλ ωσ συ
40 Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ;
και ερχεται προσ τουσ μαθητασ και ευρισκει αυτουσ καθευδοντασ και λεγει τω πετρω ουτωσ ουκ ισχυσατε μιαν ωραν γρηγορησαι μετ εμου
41 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
γρηγορειτε και προσευχεσθε ινα μη εισελθητε εισ πειρασμον το μεν πνευμα προθυμον η δε σαρξ ασθενησ
42 Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾽ ἐμοῦ, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
παλιν εκ δευτερου απελθων προσηυξατο λεγων πατερ μου ει ου δυναται τουτο το ποτηριον παρελθειν απ εμου εαν μη αυτο πιω γενηθητω το θελημα σου
43 Καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
και ελθων ευρισκει αυτουσ παλιν καθευδοντασ ησαν γαρ αυτων οι οφθαλμοι βεβαρημενοι
44 Καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών.
και αφεισ αυτουσ απελθων παλιν προσηυξατο εκ τριτου τον αυτον λογον ειπων
45 Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ λέγει αὐτοῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ἡ ὥρα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
τοτε ερχεται προσ τουσ μαθητασ αυτου και λεγει αυτοισ καθευδετε το λοιπον και αναπαυεσθε ιδου ηγγικεν η ωρα και ο υιοσ του ανθρωπου παραδιδοται εισ χειρασ αμαρτωλων
46 Ἐγείρεσθε, ἄγωμεν. Ἰδού, ἤγγικεν ὁ παραδιδούς με.
εγειρεσθε αγωμεν ιδου ηγγικεν ο παραδιδουσ με
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθε καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
και ετι αυτου λαλουντοσ ιδου ιουδασ εισ των δωδεκα ηλθεν και μετ αυτου οχλοσ πολυσ μετα μαχαιρων και ξυλων απο των αρχιερεων και πρεσβυτερων του λαου
48 Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν.
ο δε παραδιδουσ αυτον εδωκεν αυτοισ σημειον λεγων ον αν φιλησω αυτοσ εστιν κρατησατε αυτον
49 Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε, Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν.
και ευθεωσ προσελθων τω ιησου ειπεν χαιρε ραββι και κατεφιλησεν αυτον
50 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἑταῖρε, ἐφ᾽ ᾧ πάρει; Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν.
ο δε ιησουσ ειπεν αυτω εταιρε εφ ω παρει τοτε προσελθοντεσ επεβαλον τασ χειρασ επι τον ιησουν και εκρατησαν αυτον
51 Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
και ιδου εισ των μετα ιησου εκτεινασ την χειρα απεσπασεν την μαχαιραν αυτου και παταξασ τον δουλον του αρχιερεωσ αφειλεν αυτου το ωτιον
52 Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται.
τοτε λεγει αυτω ο ιησουσ αποστρεψον σου την μαχαιραν εισ τον τοπον αυτησ παντεσ γαρ οι λαβοντεσ μαχαιραν εν μαχαιρα αποθανουνται
53 Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων;
η δοκεισ οτι ου δυναμαι αρτι παρακαλεσαι τον πατερα μου και παραστησει μοι πλειουσ η δωδεκα λεγεωνασ αγγελων
54 Πῶς οὖν πληρωθῶσιν αἱ γραφαί, ὅτι οὕτω δεῖ γενέσθαι;
πωσ ουν πληρωθωσιν αι γραφαι οτι ουτωσ δει γενεσθαι
55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με.
εν εκεινη τη ωρα ειπεν ο ιησουσ τοισ οχλοισ ωσ επι ληστην εξηλθετε μετα μαχαιρων και ξυλων συλλαβειν με καθ ημεραν προσ υμασ εκαθεζομην διδασκων εν τω ιερω και ουκ εκρατησατε με
56 Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
τουτο δε ολον γεγονεν ινα πληρωθωσιν αι γραφαι των προφητων τοτε οι μαθηται παντεσ αφεντεσ αυτον εφυγον
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
οι δε κρατησαντεσ τον ιησουν απηγαγον προσ καιαφαν τον αρχιερεα οπου οι γραμματεισ και οι πρεσβυτεροι συνηχθησαν
58 Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως· καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος.
ο δε πετροσ ηκολουθει αυτω απο μακροθεν εωσ τησ αυλησ του αρχιερεωσ και εισελθων εσω εκαθητο μετα των υπηρετων ιδειν το τελοσ
59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως θανατώσωσιν αὐτόν,
οι δε αρχιερεισ και οι πρεσβυτεροι και το συνεδριον ολον εζητουν ψευδομαρτυριαν κατα του ιησου οπωσ θανατωσωσιν αυτον
60 καὶ οὐχ εὗρον. Καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον.
και ουχ ευρον και πολλων ψευδομαρτυρων προσελθοντων ουχ ευρον
61 Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες εἶπον, Οὗτος ἔφη, Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ, καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.
υστερον δε προσελθοντεσ δυο ψευδομαρτυρεσ ειπον ουτοσ εφη δυναμαι καταλυσαι τον ναον του θεου και δια τριων ημερων οικοδομησαι αυτον
62 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν;
και αναστασ ο αρχιερευσ ειπεν αυτω ουδεν αποκρινη τι ουτοι σου καταμαρτυρουσιν
63 Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ Θεοῦ.
ο δε ιησουσ εσιωπα και αποκριθεισ ο αρχιερευσ ειπεν αυτω εξορκιζω σε κατα του θεου του ζωντοσ ινα ημιν ειπησ ει συ ει ο χριστοσ ο υιοσ του θεου
64 Λέγει αὐτῷ ὁ Ἰησοῦς, Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
λεγει αυτω ο ιησουσ συ ειπασ πλην λεγω υμιν απ αρτι οψεσθε τον υιον του ανθρωπου καθημενον εκ δεξιων τησ δυναμεωσ και ερχομενον επι των νεφελων του ουρανου
65 Τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι Ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ.
τοτε ο αρχιερευσ διερρηξεν τα ιματια αυτου λεγων οτι εβλασφημησεν τι ετι χρειαν εχομεν μαρτυρων ιδε νυν ηκουσατε την βλασφημιαν αυτου
66 Τί ὑμῖν δοκεῖ; Οἱ δὲ ἀποκριθέντες εἶπον, Ἔνοχος θανάτου ἐστί.
τι υμιν δοκει οι δε αποκριθεντεσ ειπον ενοχοσ θανατου εστιν
67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ ἐρράπισαν,
τοτε ενεπτυσαν εισ το προσωπον αυτου και εκολαφισαν αυτον οι δε ερραπισαν
68 λέγοντες, Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν ὁ παίσας σε;
λεγοντεσ προφητευσον ημιν χριστε τισ εστιν ο παισασ σε
69 Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη, λέγουσα, Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
ο δε πετροσ εξω εκαθητο εν τη αυλη και προσηλθεν αυτω μια παιδισκη λεγουσα και συ ησθα μετα ιησου του γαλιλαιου
70 Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις.
ο δε ηρνησατο εμπροσθεν αυτων παντων λεγων ουκ οιδα τι λεγεισ
71 Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει αὐτοῖς ἐκεῖ, Καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
εξελθοντα δε αυτον εισ τον πυλωνα ειδεν αυτον αλλη και λεγει αυτοισ εκει και ουτοσ ην μετα ιησου του ναζωραιου
72 Καὶ πάλιν ἠρνήσατο μεθ᾽ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.
και παλιν ηρνησατο μεθ ορκου οτι ουκ οιδα τον ανθρωπον
73 Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
μετα μικρον δε προσελθοντεσ οι εστωτεσ ειπον τω πετρω αληθωσ και συ εξ αυτων ει και γαρ η λαλια σου δηλον σε ποιει
74 Τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε.
τοτε ηρξατο καταθεματιζειν και ομνυειν οτι ουκ οιδα τον ανθρωπον και ευθεωσ αλεκτωρ εφωνησεν
75 Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.
και εμνησθη ο πετροσ του ρηματοσ του ιησου ειρηκοτοσ αυτω οτι πριν αλεκτορα φωνησαι τρισ απαρνηση με και εξελθων εξω εκλαυσεν πικρωσ

< Κατα Ματθαιον 26 >