< Κατα Λουκαν 19 >

1 και εισελθων διηρχετο την ιεριχω
Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ.
2 και ιδου ανηρ ονοματι καλουμενος ζακχαιος και αυτος ην αρχιτελωνης και αυτος πλουσιος
καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ⸀καλούμενοςΖακχαῖος, καὶ αὐτὸςἦν ἀρχιτελώνης καὶ ⸀αὐτὸς πλούσιος·
3 και εζητει ιδειν τον ιησουν τις εστιν και ουκ ηδυνατο απο του οχλου οτι τη ηλικια μικρος ην
καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
4 και προδραμων εις το εμπροσθεν ανεβη επι συκομορεαν ινα ιδη αυτον οτι εκεινης ημελλεν διερχεσθαι
καὶ προδραμὼν ⸂εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.
5 και ως ηλθεν επι τον τοπον αναβλεψας {VAR1: [ο] } {VAR2: ο } ιησους ειπεν προς αυτον ζακχαιε σπευσας καταβηθι σημερον γαρ εν τω οικω σου δει με μειναι
καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ⸀Ἰησοῦςεἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
6 και σπευσας κατεβη και υπεδεξατο αυτον χαιρων
καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
7 και ιδοντες παντες διεγογγυζον λεγοντες οτι παρα αμαρτωλω ανδρι εισηλθεν καταλυσαι
καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.
8 σταθεις δε ζακχαιος ειπεν προς τον κυριον ιδου τα ημισια μου των υπαρχοντων κυριε {VAR1: [τοις] } {VAR2: τοις } πτωχοις διδωμι και ει τινος τι εσυκοφαντησα αποδιδωμι τετραπλουν
σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ ⸀ἡμίσιά⸂μου τῶν ὑπαρχόντων, κύριε, ⸂τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν.
9 ειπεν δε προς αυτον {VAR1: [ο] } {VAR2: ο } ιησους οτι σημερον σωτηρια τω οικω τουτω εγενετο καθοτι και αυτος υιος αβρααμ {VAR1: [εστιν] } {VAR2: εστιν }
εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν·
10 ηλθεν γαρ ο υιος του ανθρωπου ζητησαι και σωσαι το απολωλος
ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
11 ακουοντων δε αυτων ταυτα προσθεις ειπεν παραβολην δια το εγγυς ειναι ιερουσαλημ αυτον και δοκειν αυτους οτι παραχρημα μελλει η βασιλεια του θεου αναφαινεσθαι
Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς ⸂εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι·
12 ειπεν ουν ανθρωπος τις ευγενης επορευθη εις χωραν μακραν λαβειν εαυτω βασιλειαν και υποστρεψαι
εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
13 καλεσας δε δεκα δουλους εαυτου εδωκεν αυτοις δεκα μνας και ειπεν προς αυτους {VAR1: πραγματευσασθαι } {VAR2: πραγματευσασθε } εν ω ερχομαι
καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· ⸀Πραγματεύσασθε⸂ἐν ᾧ ἔρχομαι.
14 οι δε πολιται αυτου εμισουν αυτον και απεστειλαν πρεσβειαν οπισω αυτου λεγοντες ου θελομεν τουτον βασιλευσαι εφ ημας
οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφʼ ἡμᾶς.
15 και εγενετο εν τω επανελθειν αυτον λαβοντα την βασιλειαν και ειπεν φωνηθηναι αυτω τους δουλους τουτους οις δεδωκει το αργυριον ινα γνοι τι διεπραγματευσαντο
καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ⸀δεδώκειτὸ ἀργύριον, ἵνα ⸀γνοῖτί ⸀διεπραγματεύσαντο
16 παρεγενετο δε ο πρωτος λεγων κυριε η μνα σου δεκα προσηργασατο μνας
παρεγένετο δὲ ὁ πρῶτος λέγων· Κύριε, ἡ μνᾶ σου ⸂δέκα προσηργάσατο μνᾶς.
17 και ειπεν αυτω ευγε αγαθε δουλε οτι εν ελαχιστω πιστος εγενου ισθι εξουσιαν εχων επανω δεκα πολεων
καὶ εἶπεν αὐτῷ· ⸀Εὖγε ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
18 και ηλθεν ο δευτερος λεγων η μνα σου κυριε εποιησεν πεντε μνας
καὶ ἦλθεν ὁ δεύτερος λέγων· ⸂Ἡ μνᾶ σου, κύριε⸃, ἐποίησεν πέντε μνᾶς.
19 ειπεν δε και τουτω και συ επανω γινου πεντε πολεων
εἶπεν δὲ καὶ τούτῳ· Καὶ σὺ ⸂ἐπάνω γίνου πέντε πόλεων.
20 και ο ετερος ηλθεν λεγων κυριε ιδου η μνα σου ην ειχον αποκειμενην εν σουδαριω
καὶ ⸀ὁἕτερος ἦλθεν λέγων· Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
21 εφοβουμην γαρ σε οτι ανθρωπος αυστηρος ει αιρεις ο ουκ εθηκας και θεριζεις ο ουκ εσπειρας
ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.
22 λεγει αυτω εκ του στοματος σου κρινω σε πονηρε δουλε ηδεις οτι εγω ανθρωπος αυστηρος ειμι αιρων ο ουκ εθηκα και θεριζων ο ουκ εσπειρα
⸀λέγειαὐτῷ· Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα;
23 και δια τι ουκ εδωκας μου το αργυριον επι τραπεζαν καγω ελθων συν τοκω αν αυτο επραξα
καὶ διὰ τί οὐκ ἔδωκάς ⸂μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν ⸂αὐτὸ ἔπραξα.
24 και τοις παρεστωσιν ειπεν αρατε απ αυτου την μναν και δοτε τω τας δεκα μνας εχοντι
καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπʼ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι—
25 και ειπαν αυτω κυριε εχει δεκα μνας
καὶ εἶπαν αὐτῷ· Κύριε, ἔχει δέκα μνᾶς—
26 λεγω υμιν οτι παντι τω εχοντι δοθησεται απο δε του μη εχοντος και ο εχει αρθησεται
⸀λέγωὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ⸀ἀρθήσεται.
27 πλην τους εχθρους μου τουτους τους μη θελησαντας με βασιλευσαι επ αυτους αγαγετε ωδε και κατασφαξατε αυτους εμπροσθεν μου
πλὴν τοὺς ἐχθρούς μου ⸀τούτουςτοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπʼ αὐτοὺςἀγάγετε ὧδε καὶ κατασφάξατε ⸀αὐτοὺς ἔμπροσθέν μου.
28 και ειπων ταυτα επορευετο εμπροσθεν αναβαινων εις ιεροσολυμα
Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
29 και εγενετο ως ηγγισεν εις βηθφαγη και {VAR1: βηθανια } {VAR2: (βηθανιαν) } προς το ορος το καλουμενον ελαιων απεστειλεν δυο των μαθητων
Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν ⸀μαθητῶν
30 λεγων υπαγετε εις την κατεναντι κωμην εν η εισπορευομενοι ευρησετε πωλον δεδεμενον εφ ον ουδεις πωποτε ανθρωπων εκαθισεν και λυσαντες αυτον αγαγετε
⸀λέγων Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφʼ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, ⸀καὶλύσαντες αὐτὸν ἀγάγετε.
31 και εαν τις υμας ερωτα δια τι λυετε ουτως ερειτε οτι ο κυριος αυτου χρειαν εχει
καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως ⸀ἐρεῖτεὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
32 απελθοντες δε οι απεσταλμενοι ευρον καθως ειπεν αυτοις
ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
33 λυοντων δε αυτων τον πωλον ειπαν οι κυριοι αυτου προς αυτους τι λυετε τον πωλον
λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον;
34 οι δε ειπαν οτι ο κυριος αυτου χρειαν εχει
οἱ δὲ εἶπαν ⸀ὅτιὉ κύριος αὐτοῦ χρείαν ἔχει.
35 και ηγαγον αυτον προς τον ιησουν και επιριψαντες αυτων τα ιματια επι τον πωλον επεβιβασαν τον ιησουν
καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες ⸀αὐτῶντὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν·
36 πορευομενου δε αυτου υπεστρωννυον τα ιματια {VAR1: εαυτων } {VAR2: αυτων } εν τη οδω
πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ⸀ἑαυτῶνἐν τῇ ὁδῷ.
37 εγγιζοντος δε αυτου ηδη προς τη καταβασει του ορους των ελαιων ηρξαντο απαν το πληθος των μαθητων χαιροντες αινειν τον θεον φωνη μεγαλη περι πασων ων ειδον δυναμεων
ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ ⸀πασῶνὧν εἶδον δυνάμεων,
38 λεγοντες ευλογημενος ο ερχομενος ο βασιλευς εν ονοματι κυριου εν ουρανω ειρηνη και δοξα εν υψιστοις
λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος ⸀βασιλεὺςἐν ὀνόματι κυρίου· ⸂ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις.
39 και τινες των φαρισαιων απο του οχλου ειπαν προς αυτον διδασκαλε επιτιμησον τοις μαθηταις σου
καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
40 και αποκριθεις ειπεν λεγω υμιν εαν ουτοι σιωπησουσιν οι λιθοι κραξουσιν
καὶ ἀποκριθεὶς ⸀εἶπεν Λέγω ὑμῖν, ⸀ὅτιἐὰν οὗτοι ⸀σιωπήσουσιν οἱ λίθοι ⸀κράξουσιν
41 και ως ηγγισεν ιδων την πολιν εκλαυσεν επ αυτην
Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπʼ ⸀αὐτήν
42 λεγων οτι ει εγνως εν τη ημερα ταυτη και συ τα προς ειρηνην νυν δε εκρυβη απο οφθαλμων σου
λέγων ὅτι Εἰ ἔγνως ⸂ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς ⸀εἰρήνην νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
43 οτι ηξουσιν ημεραι επι σε και παρεμβαλουσιν οι εχθροι σου χαρακα σοι και περικυκλωσουσιν σε και συνεξουσιν σε παντοθεν
ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ ⸀παρεμβαλοῦσινοἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν,
44 και εδαφιουσιν σε και τα τεκνα σου εν σοι και ουκ αφησουσιν λιθον επι λιθον εν σοι ανθ ων ουκ εγνως τον καιρον της επισκοπης σου
καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ⸂λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθʼ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
45 και εισελθων εις το ιερον ηρξατο εκβαλλειν τους πωλουντας
Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς ⸀πωλοῦντας
46 λεγων αυτοις γεγραπται και εσται ο οικος μου οικος προσευχης υμεις δε αυτον εποιησατε σπηλαιον ληστων
λέγων αὐτοῖς· Γέγραπται· ⸂Καὶ ἔσται ὁ οἶκός μου οἶκος ⸀προσευχῆς ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
47 και ην διδασκων το καθ ημεραν εν τω ιερω οι δε αρχιερεις και οι γραμματεις εζητουν αυτον απολεσαι και οι πρωτοι του λαου
Καὶ ἦν διδάσκων τὸ καθʼ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
48 και ουχ ευρισκον το τι ποιησωσιν ο λαος γαρ απας εξεκρεματο αυτου ακουων
καὶ οὐχ ⸀εὕρισκοντὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.

< Κατα Λουκαν 19 >