< Προς Ρωμαιους 7 >

1 Ἢ ἀγνοεῖτε, ἀδελφοί, (γινώσκουσιν γὰρ νόμον λαλῶ) ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ᾽ ὅσον χρόνον ζῇ;
ای برادران آیا نمی دانید (زیرا که با عارفین شریعت سخن می‌گویم ) که مادامی که انسان زنده است، شریعت بر وی حکمرانی دارد؟۱
2 ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός.
زیرا زن منکوحه برحسب شریعت به شوهرزنده بسته است، اما هرگاه شوهرش بمیرد، ازشریعت شوهرش آزاد شود.۲
3 ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει, ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα, γενομένην ἀνδρὶ ἑτέρῳ.
پس مادامی که شوهرش حیات دارد، اگر به مرد دیگر پیوندد، زانیه خوانده می‌شود. لکن هرگاه شوهرش بمیرد، از آن شریعت آزاد است که اگر به شوهری دیگرداده شود، زانیه نباشد.۳
4 ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορήσωμεν τῷ θεῷ.
بنابراین، ای برادران من، شما نیز بوساطت جسد مسیح برای شریعت مرده شدید تا خود رابه دیگری پیوندید، یعنی با او که از مردگان برخاست، تا بجهت خدا ثمر آوریم.۴
5 ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ·
زیرا وقتی که در جسم بودیم، هوسهای گناهانی که ازشریعت بود، در اعضای ما عمل می‌کرد تا بجهت موت ثمر آوریم.۵
6 νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν [ἡμᾶς] ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος.
اما الحال چون برای آن چیزی که در آن بسته بودیم مردیم، از شریعت آزاد شدیم، بحدی که در تازگی روح بندگی می‌کنیم نه در کهنگی حرف.۶
7 Τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν, Οὐκ ἐπιθυμήσεις·
پس چه گوییم؟ آیا شریعت گناه است؟ حاشا! بلکه گناه را جز به شریعت ندانستیم. زیراکه شهوت را نمی دانستم، اگر شریعت نمی گفت که طمع مورز.۷
8 ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς κατηργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά·
لکن گناه از حکم فرصت جسته، هر قسم طمع را در من پدید آورد، زیرا بدون شریعت گناه مرده است.۸
9 ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν,
و من از قبل بدون شریعت زنده می‌بودم؛ لکن چون حکم آمد، گناه زنده گشت و من مردم.۹
10 ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν αὕτη εἰς θάνατον·
و آن حکمی که برای حیات بود، همان مرا باعث موت گردید.۱۰
11 ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με, καὶ δι᾽ αὐτῆς ἀπέκτεινεν·
زیراگناه از حکم فرصت یافته، مرا فریب داد و به آن مرا کشت.۱۱
12 ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.
خلاصه شریعت مقدس است و حکم مقدس و عادل و نیکو.۱۲
13 τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος; μὴ γένοιτο, ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γένηται καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.
پس آیا نیکویی برای من موت گردید؟ حاشا! بلکه گناه، تا گناه بودنش ظاهر شود. بوسیله نیکویی برای من باعث مرگ شد تا آنکه گناه به‌سبب حکم بغایت خبیث شود.۱۳
14 Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν, ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.
زیرا می‌دانیم که شریعت روحانی است، لکن من جسمانی و زیر گناه فروخته شده هستم،۱۴
15 ὃ γὰρ κατεργάζομαι, οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ᾽ ὃ μισῶ, τοῦτο ποιῶ.
که آنچه می‌کنم نمی دانم زیرا آنچه می‌خواهم نمی کنم بلکه کاری را که از آن نفرت دارم بجامی آورم.۱۵
16 εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός·
پس هرگاه کاری را که نمی خواهم به‌جا می‌آورم، شریعت را تصدیق می‌کنم که نیکوست.۱۶
17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλὰ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
و الحال من دیگر فاعل آن نیستم بلکه آن گناهی که در من ساکن است.۱۷
18 οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ.
زیرامی دانم که در من یعنی در جسدم هیچ نیکویی ساکن نیست، زیرا که اراده در من حاضر است اماصورت نیکو کردن نی.۱۸
19 οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλὰ ὃ οὐ θέλω κακόν, τοῦτο πράσσω.
زیرا آن نیکویی را که می‌خواهم نمی کنم، بلکه بدی را که نمی خواهم می‌کنم.۱۹
20 εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλὰ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
پس چون آنچه را نمی خواهم می‌کنم، من دیگر فاعل آن نیستم بلکه گناه که در من ساکن است.۲۰
21 εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται.
لهذا این شریعت را می‌یابم که وقتی که می‌خواهم نیکویی کنم بدی نزد من حاضر است.۲۱
22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον,
زیرا برحسب انسانیت باطنی به شریعت خداخشنودم.۲۲
23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσίν μου.
لکن شریعتی دیگر در اعضای خودمی بینم که با شریعت ذهن من منازعه می‌کند و مرااسیر می‌سازد به آن شریعت گناه که در اعضای من است.۲۳
24 ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;
وای بر من که مرد شقی‌ای هستم! کیست که مرا از جسم این موت رهایی بخشد؟۲۴
25 χάρις τῷ θεῷ διὰ Ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν. ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ· τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.
خدا راشکر می‌کنم بوساطت خداوند ما عیسی مسیح. خلاصه اینکه من به ذهن خود شریعت خدا رابندگی می‌کنم و اما به جسم خود شریعت گناه را.۲۵

< Προς Ρωμαιους 7 >