< Κατα Ματθαιον 23 >

1 Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
آنگاه عیسی آن جماعت و شاگردان خود را خطاب کرده،۱
2 λέγων, Ἐπὶ τῆς Μωυσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι·
گفت: «کاتبان وفریسیان بر کرسی موسی نشسته‌اند.۲
3 πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε. κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
پس آنچه به شما گویند، نگاه دارید و به‌جا آورید، لیکن مثل اعمال ایشان مکنید زیرا می‌گویند ونمی کنند.۳
4 δεσμεύουσιν δὲ φορτία βαρέα [καὶ δυσβάστακτα] καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων· αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
زیرا بارهای گران و دشوار رامی بندند و بر دوش مردم می‌نهند و خودنمی خواهند آنها را به یک انگشت حرکت دهند.۴
5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. πλατύνουσιν γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα·
و همه کارهای خود را می‌کنند تا مردم، ایشان را ببینند. حمایلهای خود را عریض و دامنهای قبای خود را پهن می‌سازند،۵
6 φιλοῦσιν δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς,
و بالا نشستن درضیافتها و کرسیهای صدر در کنایس را دوست می‌دارند،۶
7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ῥαββί·
و تعظیم در کوچه‌ها را و اینکه مردم ایشان را آقا آقا بخوانند.۷
8 ὑμεῖς δὲ μὴ κληθῆτε, ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
لیکن شماآقا خوانده مشوید، زیرا استاد شما یکی است یعنی مسیح و جمیع شما برادرانید.۸
9 καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ οὐράνιος.
و هیچ‌کس را بر زمین، پدر خود مخوانید زیرا پدر شمایکی است که در آسمان است.۹
10 μηδὲ κληθῆτε καθηγηταί, ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς, ὁ χριστός.
و پیشواخوانده مشوید، زیرا پیشوای شما یکی است یعنی مسیح.۱۰
11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
و هر‌که از شما بزرگتر باشد، خادم شما بود.۱۱
12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται· καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.
و هر‌که خود را بلند کند، پست گردد و هر‌که خود را فروتن سازد سرافرازگردد.۱۲
13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
وای بر شما‌ای کاتبان و فریسیان ریاکار که در ملکوت آسمان را به روی مردم می‌بندید، زیراخود داخل آن نمی شوید و داخل‌شوندگان را ازدخول مانع می‌شوید.۱۳
وای بر شما‌ای کاتبان وفریسیان ریاکار، زیرا خانه های بیوه‌زنان رامی بلعید و از روی ریا نماز را طویل می‌کنید؛ ازآنرو عذاب شدیدتر خواهید یافت.۱۴
15 οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. (Geenna g1067)
وای برشما‌ای کاتبان و فریسیان ریاکار، زیرا که بر و بحررا می‌گردید تا مریدی پیدا کنید و چون پیدا شداو را دو مرتبه پست‌تر از خود، پسر جهنم می‌سازید! (Geenna g1067)۱۵
16 οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
وای بر شما‌ای راهنمایان کور که می‌گویید “هر‌که به هیکل قسم خورد باکی نیست لیکن هر‌که به طلای هیکل قسم خورد باید وفاکند.”۱۶
17 μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσός, ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν;
‌ای نادانان و نابینایان، آیا کدام افضل است؟ طلا یا هیکلی که طلا را مقدس می‌سازد؟۱۷
18 καί, Ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
“و هر‌که به مذبح قسم خورد باکی نیست لیکن هر‌که به هدیه‌ای که بر آن است قسم خورد، بایدادا کند.”۱۸
19 τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον, ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
‌ای جهال و کوران، کدام افضل است؟ هدیه یا مذبح که هدیه را تقدیس می‌نماید؟۱۹
20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσιν τοῖς ἐπάνω αὐτοῦ·
پس هر‌که به مذبح قسم خورد، به آن و به هرچه بر آن است قسم خورده است؛۲۰
21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν,
و هر‌که به هیکل قسم خورد، به آن و به او که در آن ساکن است، قسم خورده است؛۲۱
22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
و هر‌که به آسمان قسم خورد، به کرسی خدا و به او که بر آن نشسته است، قسم خورده باشد.۲۲
23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφεῖναι.
وای بر شما‌ای کاتبان و فریسیان ریاکار که نعناع و شبت و زیره را عشر می‌دهید و اعظم احکام شریعت، یعنی عدالت و رحمت و ایمان را ترک کرده‌اید! می‌بایست آنها را به‌جا آورده، اینها را نیز ترک نکرده باشید.۲۳
24 ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
‌ای رهنمایان کورکه پشه را صافی می‌کنید و شتر را فرو می‌برید!۲۴
25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν [ἐξ] ἁρπαγῆς καὶ ἀκρασίας.
وای بر شما‌ای کاتبان و فریسیان ریاکار، از آن رو که بیرون پیاله و بشقاب را پاک می‌نمایید ودرون آنها مملو از جبر و ظلم است.۲۵
26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν.
‌ای فریسی کور، اول درون پیاله و بشقاب را طاهرساز تا بیرونش نیز طاهر شود!۲۶
27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ὁμοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
وای بر شما‌ای کاتبان و فریسیان ریاکار که چون قبور سفید شده می‌باشید که از بیرون، نیکو می‌نماید لیکن درون آنها از استخوانهای مردگان و سایر نجاسات پراست!۲۷
28 οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.
همچنین شما نیز ظاهر به مردم عادل می‌نمایید، لیکن باطن از ریاکاری و شرارت مملوهستید.۲۸
29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
وای بر شما‌ای کاتبان و فریسیان ریاکار که قبرهای انبیا را بنا می‌کنید و مدفنهای صادقان رازینت می‌دهید،۲۹
30 καὶ λέγετε, Εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν.
و می‌گویید: “اگر در ایام پدران خود می‌بودیم، در ریختن خون انبیا با ایشان شریک نمی شدیم!”۳۰
31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας·
پس بر خود شهادت می‌دهید که فرزندان قاتلان انبیا هستید.۳۱
32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
پس شما پیمانه پدران خود را لبریز کنید!۳۲
33 ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; (Geenna g1067)
‌ای ماران و افعی‌زادگان! چگونه از عذاب جهنم فرارخواهید کرد؟ (Geenna g1067)۳۳
34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
لهذا الحال انبیا و حکماء وکاتبان نزد شما می‌فرستم و بعضی را خواهیدکشت و به دار خواهید کشید و بعضی را درکنایس خود تازیانه زده، از شهر به شهر خواهیدراند،۳۴
35 ὅπως ἔλθῃ ἐφ᾽ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
تا همه خونهای صادقان که بر زمین ریخته شد بر شما وارد آید، از خون هابیل صدیق تا خون زکریا ابن برخیا که او را در میان هیکل ومذبح کشتید.۳۵
36 ἀμὴν λέγω ὑμῖν, ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην.
هرآینه به شما می‌گویم که این همه بر این طایفه خواهد آمد!۳۶
37 Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία [αὐτῆς] ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;
«ای اورشلیم، اورشلیم، قاتل انبیا وسنگسار کننده مرسلان خود! چند مرتبه‌خواستم فرزندان تو را جمع کنم، مثل مرغی که جوجه های خود را زیر بال خود جمع می‌کند ونخواستید!۳۷
38 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
اینک خانه شما برای شما ویران گذارده می‌شود.۳۸
39 λέγω γὰρ ὑμῖν, Οὐ μή με ἴδητε ἀπ᾽ ἄρτι, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
زیرا به شما می‌گویم از این پس مرا نخواهید دید تا بگویید مبارک است او که به نام خداوند می‌آید.»۳۹

< Κατα Ματθαιον 23 >