< Κατα Λουκαν 9 >

1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμό νια, καὶ νόσους θεραπεύειν·
Un Savus divpadsmit mācekļus sasaucis, Viņš tiem deva varu un spēku pār visiem velniem, un sērgas dziedināt.
2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ἰᾶσθαι [τοὺς ἀσθενεῖς].
Un Viņš tos sūtīja, Dieva valstību sludināt un vājus darīt veselus:
3 καὶ εἶπεν πρὸς αὐτούς, Μηδὲν αἴρετε εἰς τὴν ὁδόν· μήτε ῥάβδον, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε [ἀνὰ] δύο χιτῶνας ἔχειν.
Un Viņš uz tiem sacīja: “Neņemat neko līdz uz ceļu, nedz zizli, nedz kulīti, nedz maizi, nedz naudu, un lai nevienam no jums nav divi svārki.
4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε.
Un kurā mājā jūs ieiesiet, tur paliekat, un no turienes ejat tālāk.
5 καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε, εἰς μαρτύριον ἐπ᾽ αὐτούς.
Un kas jūs neuzņems, - tad iziedami no tās pilsētas nokratāt arī pīšļus no savām kājām par liecību pret tiem.”
6 Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Bet tie izgājuši pārstaigāja visus tos miestus visur to priecas vārdu sludinādami un dziedinādami.
7 Ἤκουσεν δὲ Ἡρώδης ὁ τετράρχης τὰ γινόμενα πάντα· καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάνης ἠγέρθη ἐκ νεκρῶν·
Bet Hērodus, kas to ceturto zemes tiesu valdīja, dzirdēja visas lietas, kas caur Viņu notika, un nezināja, ko domāt, tāpēc ka citi runāja, ka Jānis no miroņiem esot augšām cēlies;
8 ὑπό τινων δὲ ὅτι Ἡλίας ἐφάνη· ἄλλων δὲ ὅτι Προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
Bet citi, ka Elija esot parādījies; bet citi, ka viens no tiem pirmajiem praviešiem esot augšām cēlies.
9 εἶπεν δὲ Ἡρώδης, Ἰωάνην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος, περὶ οὗ [ἐγὼ] ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
Un Hērodus sacīja: “Es Jānim galvu esmu nocirtis, bet kas šis tāds, par ko es tādas lietas dzirdu?” Un tas meklēja, Viņu redzēt.
10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν· καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά.
Un tie apustuļi atgriezušies Viņam teica, kādas lietas tie bija darījuši; un Viņš tos ņēma līdz un aizgāja savrup uz kādu tukšu vietu pie vienas pilsētas, vārdā Betsaida.
11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ· καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
Bet tie ļaudis, to nomanīdami, gāja Viņam pakaļ, un Viņš tos pieņēmis runāja ar tiem par Dieva valstību; un kam dziedināšanas vajadzēja, tos Viņš darīja veselus.
12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ, Ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ [τοὺς] ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν· ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
Bet vakars jau metās, un tie divpadsmit piegājuši uz Viņu sacīja: “Atlaidi tos ļaudis, ka tie nogājuši tais apkārtējos miestos un ciemos mājas vietu dabū un maizi atrod; jo mēs šeit esam tukšā vietā.”
13 Εἶπεν δὲ πρὸς αὐτούς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ εἶπαν, Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο, εἰ μή τι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
Bet Viņš uz tiem sacīja: “Dodiet jūs viņiem ēst.” Bet tie sacīja: “Mums vairāk nav kā piecas maizes un divas zivis vien, ja mēs citur nogājuši barību nepirksim priekš visiem šiem ļaudīm.”
14 Ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Κατακλίνατε αὐτοὺς κλισίας [ὡσεὶ] ἀνὰ πεντήκοντα.
Jo tur bija kādi piectūkstoš vīri. Bet Viņš uz Saviem mācekļiem sacīja: “Liekat viņiem apsēsties pa kārtām, pa piecdesmitiem.”
15 Καὶ ἐποίησαν οὕτως, καὶ κατέκλιναν ἅπαντας.
Un tie tā darīja un lika visiem apsēsties.
16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.
Bet, tās piecas maizes un tās divas zivis ņēmis, Viņš skatījās uz debesi, tās svētīja un pārlauza, un deva tiem mācekļiem, lai tiem ļaudīm ceļ priekšā.
17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες· καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
Un tie visi ēda un paēda; un salasīja tās druskas, kas tiem bija atlikušas, divpadsmit kurvjus.
18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί· καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, Τίνα με οἱ ὄχλοι λέγουσιν εἶναι;
Un notikās, kad Viņš viens pats Dievu lūdza, tad tie mācekļi pie Viņa piegāja; un Viņš tiem vaicāja sacīdams: “Ko tie ļaudis saka, Mani esam?”
19 Οἱ δὲ ἀποκριθέντες εἶπαν, Ἰωάνην τὸν βαπτιστήν· ἄλλοι δὲ Ἡλίαν· ἄλλοι δὲ ὅτι Προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
Bet tie atbildēdami sacīja: “Jānis, tas Kristītājs; un citi, ka viens no tiem veciem praviešiem esot augšām cēlies.”
20 Εἶπεν δὲ αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Πέτρος δὲ ἀποκριθεὶς εἶπεν, Τὸν χριστὸν τοῦ θεοῦ.
Bet Viņš uz tiem sacīja: “Bet jūs, ko jūs sakāt, Mani esam?” Bet Pēteris atbildēdams sacīja: “Tu esi Tas Dieva Kristus.”
21 ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο,
Bet viņš tiem stipri aizliedza, lai nevienam nesaka,
22 εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
Sacīdams: “Tam Cilvēka Dēlam būs daudz ciest un tapt atmestam no tiem vecajiem un augstiem priesteriem un rakstu mācītājiem, un tapt nokautam un trešā dienā uzmodinātam.”
23 Ἔλεγεν δὲ πρὸς πάντας, Εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν, καὶ ἀκολουθείτω μοι.
Un Viņš uz visiem sacīja: “Ja kas grib nākt Man pakaļ, tas lai aizliedz sevi pašu un uzņem savu krustu ikdienas un staigā Man pakaļ.
24 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
Jo kas savu dzīvību grib izglābt, tam tā zudīs; un kam sava dzīvība Manis dēļ zūd, tas to izglābs.
25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
Jo ko tas cilvēkam līdz, ka viņš samanto visu pasauli, bet pats pazūd jeb iet bojā?
26 ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
Jo kas Manis un Manu vārdu dēļ kaunas, tā paša dēļ Tas Cilvēka Dēls kaunēsies, kad Viņš nāks Savā un Sava Tēva un to svēto eņģeļu godībā.
27 λέγω δὲ ὑμῖν ἀληθῶς εἰσίν τινες τῶν αὐτοῦ ἑστώτων, οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
Bet Es jums tiešām saku: ir kādi no tiem, kas še stāv, kas nāvi nebaudīs, kamēr Dieva valstību redzēs.”
28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάνην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
Un notikās kādas astoņas dienas pēc šiem vārdiem, tad Viņš ņēma līdz Pēteri un Jāni un Jēkabu, un uzkāpa uz to kalnu, Dievu lūgt.
29 καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
Un Viņam lūdzot, Viņa vaigs palika citāds un Viņa drēbes spoži baltas kā zibens.
30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωυσῆς καὶ Ἡλίας·
Un redzi, divi vīri ar Viņu runāja, tie bija Mozus un Elija.
31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἱερουσαλήμ.
Tie parādījās iekš godības un runāja par Viņa galu, ko Viņam bija piepildīt Jeruzālemē.
32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
Bet Pēteris un viņa biedri bija miega pilni, bet uzmodušies tie redzēja Viņa spožumu un tos divus vīrus pie Viņa stāvam.
33 καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ, εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν, Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωυσεῖ καὶ μίαν Ἡλίᾳ· μὴ εἰδὼς ὃ λέγει.
Un notikās, kad tie no Viņa šķīrās, tad Pēteris sacīja uz Jēzu: “Kungs, šeit mums labi, lai taisām trīs būdas, vienu Tev, vienu Mozum un vienu Elijam;” - un viņš nezināja, ko viņš runāja.
34 ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην.
Un tam šo runājot, padebesis nāca un viņus apēnoja, bet tie bijās, kad tas padebesis viņus apklāja.
35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.
Un balss nāca no tā padebeša sacīdama: “Šis ir Mans mīļais Dēls, To jums būs klausīt.”
36 Καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
Un kad tā balss atskanēja, tad Jēzus atradās viens pats. Un tie cieta klusu un nesacīja nevienam tanīs dienās nekā no tā, ko bija redzējuši.
37 Ἐγένετο δὲ [ἐν] τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς.
Un notikās otrā dienā, kad tie no kalna nāca zemē, tad Viņu sastapa daudz ļaužu.
38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων, Διδάσκαλε, δέομαί σου, ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν·
Un redzi, viens vīrs no tiem ļaudīm brēca sacīdams: “Mācītāj, es Tev lūdzu, skaties uz manu dēlu, jo tas ir mans vienpiedzimušais,
39 καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτὸν καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν.
Un redzi, viens gars to grābj, un tas piepeši brēc, un viņš to plosa līdz putām un tikai grūti no tā šķirās, to novārdzinādams.
40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.
Un es Taviem mācekļiem esmu lūdzis, ka tie to izdzītu, bet tie nespēja.”
41 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου.
Un Jēzus atbildēdams sacīja: “Ak tu neticīgā un netiklā cilts, cik ilgi Es pie jums būšu un jūs panesīšu? Atved savu dēlu šurp.”
42 Ἔτι δὲ προσερχομένου αὐτοῦ, ἔῤῥηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα, καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
Un tam atnākot velns to plosīja un raustīja: bet Jēzus to nešķīsto garu apdraudēja un darīja to bērnu veselu un atdeva viņa tēvam.
43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει, εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ,
Bet visi iztrūcinājās par to augsto Dieva godību. Un kad visi brīnījās par visu, ko Jēzus bija darījis, tad Viņš sacīja uz Saviem mācekļiem:
44 Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
Liekat jūs šos vārdus savās ausīs, jo Tas Cilvēka Dēls taps nodots cilvēku rokās.
45 Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό· καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
Bet tie šo vārdu nesaprata, un tas tiem bija apslēpts, ka tie to nesamanīja, un tie bijās Viņu vaicāt par šo vārdu.
46 εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
Un viņu starpā tādas domas cēlās, kurš no viņiem esot tas lielākais.
47 ὁ δὲ Ἰησοῦς ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ,
Bet Jēzus viņu sirds domas redzēdams, ņēma vienu bērnu un to nostādīja Savā priekšā,
48 καὶ εἶπεν αὐτοῖς, Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας.
Un uz tiem sacīja: “Ja kas šo bērnu uzņem Manā Vārdā, tas Mani uzņem; un ja kas Mani uzņem, tas uzņem To, kas Mani sūtījis. Jo kurš jūsu starpā ir tas mazākais, tas būs liels.”
49 Ἀποκριθεὶς δὲ Ἰωάνης εἶπεν, Ἐπιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν.
Bet Jānis atbildēdams sacīja: “Kungs, mēs vienu redzējām Tavā Vārdā velnus izdzenam, un tam esam lieguši, jo tas neiet ar mums Tev pakaļ. “
50 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς, Μὴ κωλύετε· ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.
Un Jēzus uz to sacīja: “Neliedziet, jo kas nav pret mums, tas ir ar mums.”
51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον [αὐτοῦ] ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ.
Un notikās, kad Viņa paaugstināšanas laiks bija klāt, tad Viņš Savu vaigu grieza, iet uz Jeruzālemi
52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ· καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν ὥστε ἑτοιμάσαι αὐτῷ.
Un Viņš nosūtīja vēstnešus Savā priekšā un tie gāja un nāca uz vienu Samarijas miestu, sataisīt mājas vietu priekš Viņa.
53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ.
Un tie Viņu neuzņēma, jo Viņš bija apņēmies, iet uz Jeruzālemi.
54 ἰδόντες δὲ οἱ μαθηταὶ [αὐτοῦ] Ἰάκωβος καὶ Ἰωάνης εἶπαν, Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἀναλῶσαι αὐτούς;
Un Viņa mācekļi, Jēkabs un Jānis, to redzēdami sacīja: “Kungs, vai Tu gribi, tad mēs sacīsim, lai uguns krīt no debess un tos sadedzina, itin kā arī Elija darījis?”
55 Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς.
Bet Viņš atgriezdamies tos aprāja un sacīja: “Vai jūs nezināt, kādam garam jūs piederat?
56 καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
Jo Tas Cilvēka Dēls nav nācis, cilvēku dvēseles nomaitāt, bet pestīt.” Un tie gāja uz citu miestu.
57 Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν, Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
Un notikās tiem noejot, viens uz ceļa uz viņu sacīja: “Kungs, es Tev iešu pakaļ, kurp Tu iesi.
58 Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
Un Jēzus uz to sacīja: “Lapsām ir alas un putniem apakš debess ligzdas, bet Tam Cilvēka Dēlam nav, kur Tas Savu galvu lai noliek.”
59 Εἶπεν δὲ πρὸς ἕτερον, Ἀκολούθει μοι. Ὁ δὲ εἶπεν, Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθόντι θάψαι τὸν πατέρα μου.
Un Viņš uz citu sacīja: “Nāc Man pakaļ!” Bet tas sacīja: “Kungs, atļauj man papriekš noiet, savu tēvu aprakt.”
60 Εἶπεν δὲ αὐτῷ, Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.
Bet Jēzus uz to sacīja: “Lai miroņi aprok savus miroņus, bet tu ej un pasludini Dieva valstību.”
61 Εἶπεν δὲ καὶ ἕτερος, Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
Un cits sacīja: “Kungs, es Tev iešu pakaļ, bet atļauj man papriekš no tiem atvadīties, kas ir manā namā.”
62 Εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν, Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα [αὐτοῦ] ἐπ᾽ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ.
Bet Jēzus uz to sacīja: “Neviens neder Dieva valstībā, kas savu roku pieliek pie arkla un skatās atpakaļ.”

< Κατα Λουκαν 9 >