< Κατα Λουκαν 19 >

1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἱεριχώ·
και εισελθων διηρχετο την ιεριχω
2 καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ αὐτὸς πλούσιος·
και ιδου ανηρ ονοματι καλουμενοσ ζακχαιοσ και αυτοσ ην αρχιτελωνησ και ουτοσ ην πλουσιοσ
3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
και εζητει ιδειν τον ιησουν τισ εστιν και ουκ ηδυνατο απο του οχλου οτι τη ηλικια μικροσ ην
4 καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.
και προδραμων εμπροσθεν ανεβη επι συκομωραιαν ινα ιδη αυτον οτι εκεινησ εμελλεν διερχεσθαι
5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
και ωσ ηλθεν επι τον τοπον αναβλεψασ ο ιησουσ ειδεν αυτον και ειπεν προσ αυτον ζακχαιε σπευσασ καταβηθι σημερον γαρ εν τω οικω σου δει με μειναι
6 καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
και σπευσασ κατεβη και υπεδεξατο αυτον χαιρων
7 καὶ ἰδόντες πάντες διεγόγγυζον, λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.
και ιδοντεσ παντεσ διεγογγυζον λεγοντεσ οτι παρα αμαρτωλω ανδρι εισηλθεν καταλυσαι
8 σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον, Ἰδοὺ τὰ ἡμίσειά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.
σταθεισ δε ζακχαιοσ ειπεν προσ τον κυριον ιδου τα ημιση των υπαρχοντων μου κυριε διδωμι τοισ πτωχοισ και ει τινοσ τι εσυκοφαντησα αποδιδωμι τετραπλουν
9 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν.
ειπεν δε προσ αυτον ο ιησουσ οτι σημερον σωτηρια τω οικω τουτω εγενετο καθοτι και αυτοσ υιοσ αβρααμ εστιν
10 ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
ηλθεν γαρ ο υιοσ του ανθρωπου ζητησαι και σωσαι το απολωλοσ
11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολήν, διὰ τὸ ἐγγὺς εἶναι Ἱερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι·
ακουοντων δε αυτων ταυτα προσθεισ ειπεν παραβολην δια το εγγυσ αυτον ειναι ιερουσαλημ και δοκειν αυτουσ οτι παραχρημα μελλει η βασιλεια του θεου αναφαινεσθαι
12 εἶπεν οὖν, Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι.
ειπεν ουν ανθρωποσ τισ ευγενησ επορευθη εισ χωραν μακραν λαβειν εαυτω βασιλειαν και υποστρεψαι
13 καλέ σας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν πρὸς αὐτούς, Πραγματεύσασθε ἐν ᾧ ἔρχομαι.
καλεσασ δε δεκα δουλουσ εαυτου εδωκεν αυτοισ δεκα μνασ και ειπεν προσ αυτουσ πραγματευσασθε εωσ ερχομαι
14 Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ᾽ ἡμᾶς.
οι δε πολιται αυτου εμισουν αυτον και απεστειλαν πρεσβειαν οπισω αυτου λεγοντεσ ου θελομεν τουτον βασιλευσαι εφ ημασ
15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.
και εγενετο εν τω επανελθειν αυτον λαβοντα την βασιλειαν και ειπεν φωνηθηναι αυτω τουσ δουλουσ τουτουσ οισ εδωκεν το αργυριον ινα γνω τισ τι διεπραγματευσατο
16 παρεγένετο δὲ ὁ πρῶτος λέγων, Κύριε, ἡ μνᾶ σου δέκα προσειργάσατο μνᾶς.
παρεγενετο δε ο πρωτοσ λεγων κυριε η μνα σου προσειργασατο δεκα μνασ
17 καὶ εἶπεν αὐτῷ, Εὖγε ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
και ειπεν αυτω ευ αγαθε δουλε οτι εν ελαχιστω πιστοσ εγενου ισθι εξουσιαν εχων επανω δεκα πολεων
18 καὶ ἦλθεν ὁ δεύτερος λέγων, Ἡ μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς.
και ηλθεν ο δευτεροσ λεγων κυριε η μνα σου εποιησεν πεντε μνασ
19 εἶπεν δὲ καὶ τούτῳ, Καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων.
ειπεν δε και τουτω και συ γινου επανω πεντε πολεων
20 καὶ ὁ ἕτερος ἦλθεν λέγων, Κύριε, ἰδοὺ ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
και ετεροσ ηλθεν λεγων κυριε ιδου η μνα σου ην ειχον αποκειμενην εν σουδαριω
21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.
εφοβουμην γαρ σε οτι ανθρωποσ αυστηροσ ει αιρεισ ο ουκ εθηκασ και θεριζεισ ο ουκ εσπειρασ
22 λέγει αὐτῷ, Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα·
λεγει δε αυτω εκ του στοματοσ σου κρινω σε πονηρε δουλε ηδεισ οτι εγω ανθρωποσ αυστηροσ ειμι αιρων ο ουκ εθηκα και θεριζων ο ουκ εσπειρα
23 καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν, κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα;
και δια τι ουκ εδωκασ το αργυριον μου επι τραπεζαν και εγω ελθων συν τοκω αν επραξα αυτο
24 καὶ τοῖς παρεστῶσιν εἶπεν, Ἄρατε ἀπ᾽ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.
και τοισ παρεστωσιν ειπεν αρατε απ αυτου την μναν και δοτε τω τασ δεκα μνασ εχοντι
25 καὶ εἶπαν αὐτῷ, Κύριε, ἔχει δέκα μνᾶς.
και ειπον αυτω κυριε εχει δεκα μνασ
26 λέγω [γὰρ] ὑμῖν, ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
λεγω γαρ υμιν οτι παντι τω εχοντι δοθησεται απο δε του μη εχοντοσ και ο εχει αρθησεται απ αυτου
27 πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾽ αὐτοὺς ἀγάγετε ὧδε, καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.
πλην τουσ εχθρουσ μου εκεινουσ τουσ μη θελησαντασ με βασιλευσαι επ αυτουσ αγαγετε ωδε και κατασφαξατε εμπροσθεν μου
28 Καὶ εἰπὼν ταῦτα, ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα.
και ειπων ταυτα επορευετο εμπροσθεν αναβαινων εισ ιεροσολυμα
29 καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιών, ἀπέστειλεν δύο τῶν μαθητῶν [αὐτοῦ]
και εγενετο ωσ ηγγισεν εισ βηθσφαγη και βηθανιαν προσ το οροσ το καλουμενον ελαιων απεστειλεν δυο των μαθητων αυτου
30 λέγων, Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν· καὶ λύσαντες αὐτὸν ἀγάγετε.
ειπων υπαγετε εισ την κατεναντι κωμην εν η εισπορευομενοι ευρησετε πωλον δεδεμενον εφ ον ουδεισ πωποτε ανθρωπων εκαθισεν λυσαντεσ αυτον αγαγετε
31 καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, Διὰ τί λύετε; οὕτως ἐρεῖτε, Ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
και εαν τισ υμασ ερωτα δια τι λυετε ουτωσ ερειτε αυτω οτι ο κυριοσ αυτου χρειαν εχει
32 Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς·
απελθοντεσ δε οι απεσταλμενοι ευρον καθωσ ειπεν αυτοισ
33 λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, Τί λύετε τὸν πῶλον;
λυοντων δε αυτων τον πωλον ειπον οι κυριοι αυτου προσ αυτουσ τι λυετε τον πωλον
34 οἱ δὲ εἶπαν, Ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
οι δε ειπον ο κυριοσ αυτου χρειαν εχει
35 Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν.
και ηγαγον αυτον προσ τον ιησουν και επιρριψαντεσ εαυτων τα ιματια επι τον πωλον επεβιβασαν τον ιησουν
36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ἑαυτῶν ἐν τῇ ὁδῷ.
πορευομενου δε αυτου υπεστρωννυον τα ιματια αυτων εν τη οδω
37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πάντων ὧν εἶδον δυνάμεων
εγγιζοντοσ δε αυτου ηδη προσ τη καταβασει του ορουσ των ελαιων ηρξαντο απαν το πληθοσ των μαθητων χαιροντεσ αινειν τον θεον φωνη μεγαλη περι πασων ων ειδον δυναμεων
38 λέγοντες, Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι κυρίου· ἐν οὐρανῷ εἰρήνη, καὶ δόξα ἐν ὑψίστοις.
λεγοντεσ ευλογημενοσ ο ερχομενοσ βασιλευσ εν ονοματι κυριου ειρηνη εν ουρανω και δοξα εν υψιστοισ
39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν, Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
και τινεσ των φαρισαιων απο του οχλου ειπον προσ αυτον διδασκαλε επιτιμησον τοισ μαθηταισ σου
40 καὶ ἀποκριθεὶς εἶπεν [αὐτοῖς], Λέγω ὑμῖν [ὅτι] ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.
και αποκριθεισ ειπεν αυτοισ λεγω υμιν οτι εαν ουτοι σιωπησωσιν οι λιθοι κεκραξονται
41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾽ αὐτήν,
και ωσ ηγγισεν ιδων την πολιν εκλαυσεν επ αυτη
42 λέγων ὅτι Εἰ ἔγνως καὶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ τὰ πρὸς εἰρήνην [σου]· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου·
λεγων οτι ει εγνωσ και συ και γε εν τη ημερα σου ταυτη τα προσ ειρηνην σου νυν δε εκρυβη απο οφθαλμων σου
43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε, καὶ συνέξουσίν σε πάντοθεν,
οτι ηξουσιν ημεραι επι σε και περιβαλουσιν οι εχθροι σου χαρακα σοι και περικυκλωσουσιν σε και συνεξουσιν σε παντοθεν
44 καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ᾽ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
και εδαφιουσιν σε και τα τεκνα σου εν σοι και ουκ αφησουσιν εν σοι λιθον επι λιθω ανθ ων ουκ εγνωσ τον καιρον τησ επισκοπησ σου
45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας,
και εισελθων εισ το ιερον ηρξατο εκβαλλειν τουσ πωλουντασ εν αυτω και αγοραζοντασ
46 λέγων αὐτοῖς, Γέγραπται, Καὶ ἔσται ὁ οἶκός μου οἶκος προσευχῆς· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
λεγων αυτοισ γεγραπται ο οικοσ μου οικοσ προσευχησ εστιν υμεισ δε αυτον εποιησατε σπηλαιον ληστων
47 Καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
και ην διδασκων το καθ ημεραν εν τω ιερω οι δε αρχιερεισ και οι γραμματεισ εζητουν αυτον απολεσαι και οι πρωτοι του λαου
48 καὶ οὐχ ηὕρισκον τὸ τί ποιήσωσιν· ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.
και ουχ ευρισκον το τι ποιησωσιν ο λαοσ γαρ απασ εξεκρεματο αυτου ακουων

< Κατα Λουκαν 19 >