< Κατα Λουκαν 17 >

1 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, πλὴν οὐαὶ δι᾽ οὗ ἔρχεται.
ειπεν δε προσ τουσ μαθητασ ανενδεκτον εστιν του μη ελθειν τα σκανδαλα ουαι δε δι ου ερχεται
2 λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα.
λυσιτελει αυτω ει μυλοσ ονικοσ περικειται περι τον τραχηλον αυτου και ερριπται εισ την θαλασσαν η ινα σκανδαλιση ενα των μικρων τουτων
3 προσέχετε ἑαυτοῖς. ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ.
προσεχετε εαυτοισ εαν δε αμαρτη εισ σε ο αδελφοσ σου επιτιμησον αυτω και εαν μετανοηση αφεσ αυτω
4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σέ, λέγων, Μετανοῶ, ἀφήσεις αὐτῷ.
και εαν επτακισ τησ ημερασ αμαρτη εισ σε και επτακισ τησ ημερασ επιστρεψη λεγων μετανοω αφησεισ αυτω
5 Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ, Πρόσθες ἡμῖν πίστιν.
και ειπον οι αποστολοι τω κυριω προσθεσ ημιν πιστιν
6 εἶπεν δὲ ὁ κύριος, Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
ειπεν δε ο κυριοσ ει εχετε πιστιν ωσ κοκκον σιναπεωσ ελεγετε αν τη συκαμινω ταυτη εκριζωθητι και φυτευθητι εν τη θαλασση και υπηκουσεν αν υμιν
7 τίς δὲ [ἐξ] ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ, Εὐθέως παρελθὼν ἀνάπεσε;
τισ δε εξ υμων δουλον εχων αροτριωντα η ποιμαινοντα οσ εισελθοντι εκ του αγρου ερει ευθεωσ παρελθων αναπεσε
8 ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῷ, Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;
αλλ ουχι ερει αυτω ετοιμασον τι δειπνησω και περιζωσαμενοσ διακονει μοι εωσ φαγω και πιω και μετα ταυτα φαγεσαι και πιεσαι συ
9 μὴ ἔχει χάριν τῷ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα;
μη χαριν εχει τω δουλω εκεινω οτι εποιησεν τα διαταχθεντα ου δοκω
10 οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.
ουτωσ και υμεισ οταν ποιησητε παντα τα διαταχθεντα υμιν λεγετε οτι δουλοι αχρειοι εσμεν οτι ο οφειλομεν ποιησαι πεποιηκαμεν
11 Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι [αὐτὸν] εἰς Ἱερουσαλήμ, καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας.
και εγενετο εν τω πορευεσθαι αυτον εισ ιερουσαλημ και αυτοσ διηρχετο δια μεσου σαμαρειασ και γαλιλαιασ
12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν [αὐτῷ] δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόῤῥωθεν,
και εισερχομενου αυτου εισ τινα κωμην απηντησαν αυτω δεκα λεπροι ανδρεσ οι εστησαν πορρωθεν
13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.
και αυτοι ηραν φωνην λεγοντεσ ιησου επιστατα ελεησον ημασ
14 καὶ ἰδὼν εἶπεν αὐτοῖς, Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτούς, ἐκαθαρίσθησαν.
και ιδων ειπεν αυτοισ πορευθεντεσ επιδειξατε εαυτουσ τοισ ιερευσιν και εγενετο εν τω υπαγειν αυτουσ εκαθαρισθησαν
15 εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν,
εισ δε εξ αυτων ιδων οτι ιαθη υπεστρεψεν μετα φωνησ μεγαλησ δοξαζων τον θεον
16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.
και επεσεν επι προσωπον παρα τουσ ποδασ αυτου ευχαριστων αυτω και αυτοσ ην σαμαρειτησ
17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ [δὲ] ἐννέα ποῦ;
αποκριθεισ δε ο ιησουσ ειπεν ουχι οι δεκα εκαθαρισθησαν οι δε εννεα που
18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;
ουχ ευρεθησαν υποστρεψαντεσ δουναι δοξαν τω θεω ει μη ο αλλογενησ ουτοσ
19 καὶ εἶπεν αὐτῷ, Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.
και ειπεν αυτω αναστασ πορευου η πιστισ σου σεσωκεν σε
20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως,
επερωτηθεισ δε υπο των φαρισαιων ποτε ερχεται η βασιλεια του θεου απεκριθη αυτοισ και ειπεν ουκ ερχεται η βασιλεια του θεου μετα παρατηρησεωσ
21 οὐδὲ ἐροῦσιν, Ἰδοὺ ὧδε ἢ ἰδοὺ ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστίν.
ουδε ερουσιν ιδου ωδε η ιδου εκει ιδου γαρ η βασιλεια του θεου εντοσ υμων εστιν
22 εἶπεν δὲ πρὸς τοὺς μαθητάς, Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε.
ειπεν δε προσ τουσ μαθητασ ελευσονται ημεραι οτε επιθυμησετε μιαν των ημερων του υιου του ανθρωπου ιδειν και ουκ οψεσθε
23 καὶ ἐροῦσιν ὑμῖν, Ἰδοὺ ἐκεῖ ἰδοὺ ὧδε, μὴ ἀπέλθητε, μηδὲ διώξητε.
και ερουσιν υμιν ιδου ωδε η ιδου εκει μη απελθητε μηδε διωξητε
24 ὥσπερ γὰρ ἡ ἀστραπὴ [ἡ] ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ᾽ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ ἡμέρᾳ αὐτοῦ.
ωσπερ γαρ η αστραπη η αστραπτουσα εκ τησ υπ ουρανον εισ την υπ ουρανον λαμπει ουτωσ εσται ο υιοσ του ανθρωπου εν τη ημερα αυτου
25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.
πρωτον δε δει αυτον πολλα παθειν και αποδοκιμασθηναι απο τησ γενεασ ταυτησ
26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
και καθωσ εγενετο εν ταισ ημεραισ νωε ουτωσ εσται και εν ταισ ημεραισ του υιου του ανθρωπου
27 ἤσθιον ἔπινον, ἐγάμουν ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας.
ησθιον επινον εγαμουν εξεγαμιζοντο αχρι ησ ημερασ εισηλθεν νωε εισ την κιβωτον και ηλθεν ο κατακλυσμοσ και απωλεσεν απαντασ
28 ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον ἔπινον, ἠγόραζον ἐπώλουν, ἐφύτευον ᾠκοδόμουν·
ομοιωσ και ωσ εγενετο εν ταισ ημεραισ λωτ ησθιον επινον ηγοραζον επωλουν εφυτευον ωκοδομουν
29 ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπ᾽ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας·
η δε ημερα εξηλθεν λωτ απο σοδομων εβρεξεν πυρ και θειον απ ουρανου και απωλεσεν απαντασ
30 κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.
κατα ταυτα εσται η ημερα ο υιοσ του ανθρωπου αποκαλυπτεται
31 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά· καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
εν εκεινη τη ημερα οσ εσται επι του δωματοσ και τα σκευη αυτου εν τη οικια μη καταβατω αραι αυτα και ο εν τω αγρω ομοιωσ μη επιστρεψατω εισ τα οπισω
32 μνημονεύετε τῆς γυναικὸς Λώτ.
μνημονευετε τησ γυναικοσ λωτ
33 ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν, ὃς δ᾽ ἂν ἀπολέσῃ, ζωογονήσει αὐτήν.
οσ εαν ζητηση την ψυχην αυτου σωσαι απολεσει αυτην και οσ εαν απολεση αυτην ζωογονησει αυτην
34 λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, εἷς παραλημφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται.
λεγω υμιν ταυτη τη νυκτι εσονται δυο επι κλινησ μιασ εισ παραληφθησεται και ο ετεροσ αφεθησεται
35 ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, [ἡ] μία παραλημφθήσεται, ἡ δὲ ἑτέρα ἀφεθήσεται.
δυο εσονται αληθουσαι επι το αυτο μια παραληφθησεται και η ετερα αφεθησεται
37 Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς, Ὅπου τὸ σῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται.
και αποκριθεντεσ λεγουσιν αυτω που κυριε ο δε ειπεν αυτοισ οπου το σωμα εκει συναχθησονται οι αετοι

< Κατα Λουκαν 17 >