< Προς Εβραιους 9 >

1 Εἶχεν μὲν οὖν [καὶ] ἡ πρώτη δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν.
ειχεν μεν ουν και η πρωτη δικαιωματα λατρειασ το τε αγιον κοσμικον
2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια.
σκηνη γαρ κατεσκευασθη η πρωτη εν η η τε λυχνια και η τραπεζα και η προθεσισ των αρτων ητισ λεγεται αγια
3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη τὰ ἅγια τῶν ἁγίων,
μετα δε το δευτερον καταπετασμα σκηνη η λεγομενη αγια αγιων
4 χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης·
χρυσουν εχουσα θυμιατηριον και την κιβωτον τησ διαθηκησ περικεκαλυμμενην παντοθεν χρυσιω εν η σταμνοσ χρυση εχουσα το μαννα και η ραβδοσ ααρων η βλαστησασα και αι πλακεσ τησ διαθηκησ
5 ὑπεράνω δὲ αὐτῆς Χερουβεὶν δόξης, κατασκιάζοντα τὸ ἱλαστήριον, περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος.
υπερανω δε αυτησ χερουβιμ δοξησ κατασκιαζοντα το ιλαστηριον περι ων ουκ εστιν νυν λεγειν κατα μεροσ
6 τούτων δὲ οὕτως κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες·
τουτων δε ουτωσ κατεσκευασμενων εισ μεν την πρωτην σκηνην δια παντοσ εισιασιν οι ιερεισ τασ λατρειασ επιτελουντεσ
7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων·
εισ δε την δευτεραν απαξ του ενιαυτου μονοσ ο αρχιερευσ ου χωρισ αιματοσ ο προσφερει υπερ εαυτου και των του λαου αγνοηματων
8 τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν·
τουτο δηλουντοσ του πνευματοσ του αγιου μηπω πεφανερωσθαι την των αγιων οδον ετι τησ πρωτησ σκηνησ εχουσησ στασιν
9 ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα, καθ᾽ ἣν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα,
ητισ παραβολη εισ τον καιρον τον ενεστηκοτα καθ ον δωρα τε και θυσιαι προσφερονται μη δυναμεναι κατα συνειδησιν τελειωσαι τον λατρευοντα
10 μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοῖς, [καὶ] δικαιώματα σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα.
μονον επι βρωμασιν και πομασιν και διαφοροισ βαπτισμοισ και δικαιωμασιν σαρκοσ μεχρι καιρου διορθωσεωσ επικειμενα
11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως,
χριστοσ δε παραγενομενοσ αρχιερευσ των μελλοντων αγαθων δια τησ μειζονοσ και τελειοτερασ σκηνησ ου χειροποιητου τουτ εστιν ου ταυτησ τησ κτισεωσ
12 οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος, εἰσῆλθεν ἐφ᾽ ἅπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. (aiōnios g166)
ουδε δι αιματοσ τραγων και μοσχων δια δε του ιδιου αιματοσ εισηλθεν εφαπαξ εισ τα αγια αιωνιαν λυτρωσιν ευραμενοσ (aiōnios g166)
13 εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,
ει γαρ το αιμα ταυρων και τραγων και σποδοσ δαμαλεωσ ραντιζουσα τουσ κεκοινωμενουσ αγιαζει προσ την τησ σαρκοσ καθαροτητα
14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ χριστοῦ, ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν θεῷ ζῶντι; (aiōnios g166)
ποσω μαλλον το αιμα του χριστου οσ δια πνευματοσ αιωνιου εαυτον προσηνεγκεν αμωμον τω θεω καθαριει την συνειδησιν υμων απο νεκρων εργων εισ το λατρευειν θεω ζωντι (aiōnios g166)
15 καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστίν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. (aiōnios g166)
και δια τουτο διαθηκησ καινησ μεσιτησ εστιν οπωσ θανατου γενομενου εισ απολυτρωσιν των επι τη πρωτη διαθηκη παραβασεων την επαγγελιαν λαβωσιν οι κεκλημενοι τησ αιωνιου κληρονομιασ (aiōnios g166)
16 ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου·
οπου γαρ διαθηκη θανατον αναγκη φερεσθαι του διαθεμενου
17 διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μή ποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος.
διαθηκη γαρ επι νεκροισ βεβαια επει μηποτε ισχυει οτε ζη ο διαθεμενοσ
18 ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται.
οθεν ουδ η πρωτη χωρισ αιματοσ εγκεκαινισται
19 λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τῶν τράγων, μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐράντισεν
λαληθεισησ γαρ πασησ εντολησ κατα νομον υπο μωυσεωσ παντι τω λαω λαβων το αιμα των μοσχων και τραγων μετα υδατοσ και εριου κοκκινου και υσσωπου αυτο τε το βιβλιον και παντα τον λαον ερραντισεν
20 λέγων, Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ θεός·
λεγων τουτο το αιμα τησ διαθηκησ ησ ενετειλατο προσ υμασ ο θεοσ
21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐράντισεν.
και την σκηνην δε και παντα τα σκευη τησ λειτουργιασ τω αιματι ομοιωσ ερραντισεν
22 καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.
και σχεδον εν αιματι παντα καθαριζεται κατα τον νομον και χωρισ αιματεκχυσιασ ου γινεται αφεσισ
23 ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθα ρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας.
αναγκη ουν τα μεν υποδειγματα των εν τοισ ουρανοισ τουτοισ καθαριζεσθαι αυτα δε τα επουρανια κρειττοσιν θυσιαισ παρα ταυτασ
24 οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν·
ου γαρ εισ χειροποιητα αγια εισηλθεν ο χριστοσ αντιτυπα των αληθινων αλλ εισ αυτον τον ουρανον νυν εμφανισθηναι τω προσωπω του θεου υπερ ημων
25 οὐδ᾽ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ᾽ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ·
ουδ ινα πολλακισ προσφερη εαυτον ωσπερ ο αρχιερευσ εισερχεται εισ τα αγια κατ ενιαυτον εν αιματι αλλοτριω
26 ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου, νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν τῆς ἁμαρτίας, διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. (aiōn g165)
επει εδει αυτον πολλακισ παθειν απο καταβολησ κοσμου νυν δε απαξ επι συντελεια των αιωνων εισ αθετησιν αμαρτιασ δια τησ θυσιασ αυτου πεφανερωται (aiōn g165)
27 καὶ καθ᾽ ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις,
και καθ οσον αποκειται τοισ ανθρωποισ απαξ αποθανειν μετα δε τουτο κρισισ
28 οὕτως καὶ ὁ χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
ουτωσ και ο χριστοσ απαξ προσενεχθεισ εισ το πολλων ανενεγκειν αμαρτιασ εκ δευτερου χωρισ αμαρτιασ οφθησεται τοισ αυτον απεκδεχομενοισ εισ σωτηριαν

< Προς Εβραιους 9 >