< Προς Εβραιους 1 >

1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις,
πολυμερωσ και πολυτροπωσ παλαι ο θεοσ λαλησασ τοισ πατρασιν εν τοισ προφηταισ επ εσχατου των ημερων τουτων ελαλησεν ημιν εν υιω
2 ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι᾽ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας, (aiōn g165)
ον εθηκεν κληρονομον παντων δι ου και τουσ αιωνασ εποιησεν (aiōn g165)
3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
οσ ων απαυγασμα τησ δοξησ και χαρακτηρ τησ υποστασεωσ αυτου φερων τε τα παντα τω ρηματι τησ δυναμεωσ αυτου δι εαυτου καθαρισμον ποιησαμενοσ των αμαρτιων ημων εκαθισεν εν δεξια τησ μεγαλωσυνησ εν υψηλοισ
4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.
τοσουτω κρειττων γενομενοσ των αγγελων οσω διαφορωτερον παρ αυτουσ κεκληρονομηκεν ονομα
5 τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
τινι γαρ ειπεν ποτε των αγγελων υιοσ μου ει συ εγω σημερον γεγεννηκα σε και παλιν εγω εσομαι αυτω εισ πατερα και αυτοσ εσται μοι εισ υιον
6 ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.
οταν δε παλιν εισαγαγη τον πρωτοτοκον εισ την οικουμενην λεγει και προσκυνησατωσαν αυτω παντεσ αγγελοι θεου
7 καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
και προσ μεν τουσ αγγελουσ λεγει ο ποιων τουσ αγγελουσ αυτου πνευματα και τουσ λειτουργουσ αυτου πυροσ φλογα
8 πρὸς δὲ τὸν υἱόν, Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καί, Ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου. (aiōn g165)
προσ δε τον υιον ο θρονοσ σου ο θεοσ εισ τον αιωνα του αιωνοσ ραβδοσ ευθυτητοσ η ραβδοσ τησ βασιλειασ σου (aiōn g165)
9 ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
ηγαπησασ δικαιοσυνην και εμισησασ ανομιαν δια τουτο εχρισεν σε ο θεοσ ο θεοσ σου ελαιον αγαλλιασεωσ παρα τουσ μετοχουσ σου
10 καί, Σὺ κατ᾽ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
και συ κατ αρχασ κυριε την γην εθεμελιωσασ και εργα των χειρων σου εισιν οι ουρανοι
11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,
αυτοι απολουνται συ δε διαμενεισ και παντεσ ωσ ιματιον παλαιωθησονται
12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς [ὡς ἱμάτιον], καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν·
και ωσει περιβολαιον ελιξεισ αυτουσ και αλλαγησονται συ δε ο αυτοσ ει και τα ετη σου ουκ εκλειψουσιν
13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
προσ τινα δε των αγγελων ειρηκεν ποτε καθου εκ δεξιων μου εωσ αν θω τουσ εχθρουσ σου υποποδιον των ποδων σου
14 οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
ουχι παντεσ εισιν λειτουργικα πνευματα εισ διακονιαν αποστελλομενα δια τουσ μελλοντασ κληρονομειν σωτηριαν

< Προς Εβραιους 1 >