< Προς Εφεσιους 1 >

1 Παῦλος ἀπόστολος χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν χριστῷ Ἰησοῦ·
پولس به اراده خدا رسول عیسی مسیح، به مقدسینی که در افسس می‌باشند وایمانداران در مسیح عیسی.۱
2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.
فیض و سلامتی از جانب پدر ما خدا وعیسی مسیح خداوند بر شما باد.۲
3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν χριστῷ,
متبارک باد خدا و پدر خداوند ما عیسی مسیح که ما را مبارک ساخت به هر برکت روحانی در جایهای آسمانی در مسیح.۳
4 καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ,
چنانکه ما راپیش از بنیاد عالم در او برگزید تا در حضور او درمحبت مقدس و بی‌عیب باشیم.۴
5 προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ,
که ما را از قبل تعیین نمود تا او را پسر خوانده شویم بوساطت عیسی مسیح برحسب خشنودی اراده خود،۵
6 εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ,
برای ستایش جلال فیض خود که ما را به آن مستفیض گردانید در آن حبیب.۶
7 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ·
که در وی به‌سبب خون او فدیه یعنی آمرزش گناهان را به اندازه دولت فیض او یافته‌ایم.۷
8 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει,
که آن را به ما به فراوانی عطا فرمود در حکمت و فطانت.۸
9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ
چونکه سر اراده خود را به ما شناسانید، برحسب خشنودی خود که در خود عزم نموده بود،۹
10 εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ,
برای انتظام کمال زمانها تا همه‌چیز را خواه آنچه در آسمان و خواه آنچه بر زمین است، درمسیح جمع کند، یعنی در او.۱۰
11 ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θε λήματος αὐτοῦ,
که ما نیز در وی میراث او شده‌ایم، چنانکه پیش معین گشتیم برحسب قصد او. که همه‌چیزها را موافق رای اراده خود می‌کند.۱۱
12 εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ χριστῷ·
تا از ما که اول امیدوار به مسیح می‌بودیم، جلال او ستوده شود.۱۲
13 ἐν ᾧ καὶ ὑμεῖς, ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ,
و دروی شما نیز چون کلام راستی، یعنی بشارت نجات خود را شنیدید، در وی چون ایمان آوردید، از روح قدوس وعده مختوم شدید.۱۳
14 ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.
که بیعانه میراث ما است برای فدای آن ملک خاص او تا جلال او ستوده شود.۱۴
15 Διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ᾽ ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους,
بنابراین، من نیز چون خبر ایمان شما را درعیسی خداوند ومحبت شما را با همه مقدسین شنیدم،۱۵
16 οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
باز نمی ایستم از شکر نمودن برای شما و از یاد آوردن شما در دعاهای خود،۱۶
17 ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ,
تاخدای خداوند ما عیسی مسیح که پدر ذوالجلال است، روح حکمت و کشف را در معرفت خود به شما عطا فرماید.۱۷
18 πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις,
تا چشمان دل شما روشن گشته، بدانید که امید دعوت او چیست و کدام است دولت جلال میراث او در مقدسین،۱۸
19 καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ,
و چه مقدار است عظمت بینهایت قوت او نسبت به مامومنین برحسب عمل توانایی قوت او۱۹
20 ἣν ἐνήργησεν ἐν τῷ χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις,
که درمسیح عمل کرد چون او را از مردگان برخیزانید وبه‌دست راست خود در جایهای آسمانی نشانید،۲۰
21 ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, (aiōn g165)
بالاتر از هر ریاست و قدرت و قوت و سلطنت و هر نامی که خوانده می‌شود، نه در این عالم فقطبلکه در عالم آینده نیز. (aiōn g165)۲۱
22 καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ,
و همه‌چیز را زیر پایهای او نهاد و او را سرهمه‌چیز به کلیسا داد،۲۲
23 ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.
که بدن اوست یعنی پری او که همه را در همه پر می‌سازد.۲۳

< Προς Εφεσιους 1 >