< Πετρου Β΄ 1 >

1 Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ χριστοῦ·
شمعون پطرس، غلام و رسول عیسی مسیح، به آنانی که ایمان گرانبها را به مساوی مایافته‌اند، در عدالت خدای ما و عیسی مسیح نجات‌دهنده.۱
2 χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
فیض و سلامتی در معرفت خدا و خداوند ماعیسی بر شما افزون باد.۲
3 ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ,
چنانکه قوت الهیه او همه‌چیزهایی را که برای حیات و دینداری لازم است، به ما عنایت فرموده است، به معرفت او که ما را به جلال وفضیلت خود دعوت نموده،۳
4 δι᾽ ὧν τὰ μέγιστα καὶ τίμια ἡμῖν ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.
که بوساطت آنهاوعده های بینهایت عظیم و گرانبها به ما داده شد تاشما به اینها شریک طبیعت الهی گردید و ازفسادی که از شهوت در جهان است، خلاصی یابید.۴
5 καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν,
و به همین جهت، کمال سعی نموده، درایمان خود فضیلت پیدا نمایید۵
6 ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,
و در فضیلت، علم و در علم، عفت و در عفت، صبر و در صبر، دینداری۶
7 ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.
و در دینداری، محبت برادران و درمحبت برادران، محبت را.۷
8 ταῦτα γὰρ ὑμῖν ὑπάρ χοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ ἐπίγνωσιν·
زیرا هرگاه اینها درشما یافت شود و بیفزاید، شما را نمی گذارد که درمعرفت خداوند ما عیسی مسیح کاهل یا بی‌ثمربوده باشید.۸
9 ᾧ γὰρ μὴ πάρεστιν ταῦτα, τυφλός ἐστιν, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτημάτων.
زیرا هرکه اینها را ندارد، کور وکوتاه نظر است و تطیهر گناهان گذشته خود را فراموش کرده است.۹
10 διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.
لهذا‌ای برادران بیشتر جد و جهد کنید تادعوت و برگزیدگی خود را ثابت نمایید زیرا اگرچنین کنید هرگز لغزش نخواهید خورد.۱۰
11 οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ χριστοῦ. (aiōnios g166)
وهمچنین دخول در ملکوت جاودانی خداوند ونجات‌دهنده ما عیسی مسیح به شما به دولتمندی داده خواهد شد. (aiōnios g166)۱۱
12 Διὸ μελλήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ.
لهذا از پیوسته یاد دادن شما از این امورغفلت نخواهم ورزید، هرچند آنها را می‌دانید ودر آن راستی که نزد شما است استوار هستید.۱۲
13 δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾽ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει·
لکن این را صواب می‌دانم، مادامی که در این خیمه هستم، شما را به یاد آوری برانگیزانم.۱۳
14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς χριστὸς ἐδήλωσέν μοι.
چونکه می‌دانم که وقت بیرون کردن خیمه من نزدیک است، چنانکه خداوند ما عیسی مسیح نیزمرا آگاهانید.۱۴
15 σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι.
و برای این نیز کوشش می‌کنم تاشما در هروقت بعد از رحلت من، بتوانید این اموررا یاد آورید.۱۵
16 Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾽ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.
زیرا که در‌پی افسانه های جعلی نرفتیم، چون از قوت و آمدن خداوند ما عیسی مسیح شما را اعلام دادیم، بلکه کبریایی او رادیده بودیم.۱۶
17 λαβὼν γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα.
زیرا از خدای پدر اکرام و جلال یافت هنگامی که آوازی از جلال کبریایی به اورسید که «این است پسر حبیب من که از وی خشنودم.»۱۷
18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ ἁγίῳ ὄρει.
و این آواز را ما زمانی که با وی درکوه مقدس بودیم، شنیدیم که از آسمان آورده شد.۱۸
19 καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, (ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ), ἐν ταῖς καρδίαις ὑμῶν·
و کلام انبیا را نیز محکم تر داریم که نیکومی کنید اگر در آن اهتمام کنید، مثل چراغی درخشنده در مکان تاریک تا روز بشکافد و ستاره صبح در دلهای شما طلوع کند.۱۹
20 τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται.
و این رانخست بدانید که هیچ نبوت کتاب از تفسیر خودنبی نیست.۲۰
21 οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτέ, ἀλλὰ ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι θεοῦ ἄνθρωποι.
زیرا که نبوت به اراده انسان هرگزآورده نشد، بلکه مردمان به روح‌القدس مجذوب شده، از جانب خدا سخن‌گفتند.۲۱

< Πετρου Β΄ 1 >