< Προς Κορινθιους Β΄ 12 >

1 Καυχᾶσθαι δεῖ, οὐ συμφέρον μέν, ἐλεύσο μαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου.
必須誇耀──固然無益──我就來說說主的顯現和啟示。
2 οἶδα ἄνθρωπον ἐν χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, (εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν), ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
我知道有一個在基督內的人,十四年前,被提到二層天上去──或在身內,我不知道或在身外,我也不知道,惟天主知道──
3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον, (εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος, οὐκ οἶδα, ὁ θεὸς οἶδεν),
我知道這人──或在身內,或在身外外,我不知道──天主知道──
4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
他被提到樂園裏去,聽到了不可言傳的話,是人不能說出的。
5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι, εἰ μὴ ἐν ταῖς ἀσθενείαις·
對這樣的人,我要誇耀;但為我自己,除了我的軟弱外,我沒有可誇耀火。
6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει ἐξ ἐμοῦ.
其實,既使我願意誇耀,我也不算是狂妄,因為我說的是實話;但是我絕口不談,免得有人估計我,超了他在我身上所見到的,或由我所聽到的。
7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατανᾶ ἵνα με κολαφίζῃ.
免得我因那高超的啟示而過於高舉我自己,故在身體上給了我一根刺,就是撒殫的使者來拳擊我,免得我過於高舉我自己。
8 ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ.
關於這事,我曾三次求主使它脫離我;
9 καὶ εἴρηκέν μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμις ἐν ἀσθενείᾳ τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις [μου], ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ χριστοῦ.
但主對我說:「有我的恩寵為你夠了,因為我的德能在軟弱中才全顯出來。」所以我甘 心情願誇耀我的軟弱,好叫基督的德能常在我身上。
10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ὑπὲρ χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
為此,我為基督的緣故,喜歡在軟弱中,在淩辱中,在艱難中,在迫害中,在困苦中,因為我幾軟弱,正是我有能力的時候。
11 γέγονα ἄφρων· ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ᾽ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπὲρ λίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι.
我成了狂妄的人,那是你們逼我的。本來我該受 的褒揚,因為縱然我不算什麼,卻一點也不在那些超等的宗徒以下。
12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, σημείοις καὶ τέρασιν καὶ δυνάμεσιν.
宗徒的記號,也在你們中間,以各種的堅忍,藉著徵兆、奇蹟和異能,真正實現了;
13 τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
其實除了我本人沒有連累過你們這件事外,你們有什麼不及別的教會之處呢﹖關於這個委曲,你們寬恕我罷!
14 ἰδοὺ τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς. οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις·
看,這已是第三次我預備好,到那裏去,我還是不連累你們,因為我所求的不是你們的東西,而你們自己;原來不是兒女應為父母積蓄,而是父母該為兒女積蓄。
15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ περισσοτέρως ὑμᾶς ἀγαπῶν ἧσσον ἀγαπῶμαι.
至於我,我甘心情願為的靈魂付出一切,並將我自己也完全耗盡;難道我越多愛你們,就該少得你們的愛嗎﹖
16 ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον.
是啊! 我沒有連累過你們,但我是出於狡滑,以詭計詐取了你們。
17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾽ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;
在我所打發到你們那裏去的人中,難道我曾藉著其中的一位,詐取了你們的便宜嗎﹖
18 παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν· μή τι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
我曾請戈支了弟鐸,並打發了一位弟兄同去;難道弟鐸佔過你們的便宜嗎﹖我們行動來往,不具有一樣的心神,一樣的步伐嗎﹖
19 πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα. κατέναντι θεοῦ ἐν χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.
到如今你們以為我是向你們申辯罷! 其實我們是在基督內當著天主的面說話;這一切,親愛的,都是為建樹你們,
20 φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως ἔρεις ζῆλος θυμοὶ ἐριθεῖαι καταλαλιαὶ ψιθυρισμοὶ φυσιώσεις ἀκαταστασίαι.
因為我怕我來到的時候,你們也見我不合於我所想望的,你們也見於我石合於所想望的:就是怕有爭端、嫉妒、憤怒、分裂、毀謗、挑唆、自大、紛亂;
21 μὴ πάλιν ἐλθόντος μου ταπεινώσει με ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν;
又怕我到的時候,我的天主再使我在你們前受委曲,為那許多從前犯了罪而不悔改他們所習行的不潔、淫亂和放蕩的人而慟哭。

< Προς Κορινθιους Β΄ 12 >